Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.36
Not analysed yet
τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες. καὶ τοῦ Ὑδάσπου σαφέστερον ὅ τι βούλοιτο λέγειν κελεύοντος, ὁ πρεσβύτης ʽἦν δὲ ἄρα Χαρικλῆσ̓ τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε, μή πῃ ἄρα κατὰ τὴν φυγὴν ἐκείνῃ τῆς αἰδοῦς προαφανισθείσης πόλεμον καθ̓ ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάντων ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων ἃ μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν: ἦν μοι θυγάτηρ, ὦ βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος, θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε: ἦν δ̓ οὖν παρθενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος. ταύτην ὁ θαυμάσιος οὗτος, Θετταλὸς ὢν τὸ γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχιθεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος. διὸ καὶ εἰς ὑμᾶς ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας. συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον, ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας, εἴς τε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παιδὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τά τε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην εἰς τὴν Συήνην ἐξαπέσταλτο, καὶ τοῦ μὲν Ὀροονδάτου καὶ τῆς Συήνης ἀποτυχών ʽἦλθον γὰρ κἀκεῖσἐ, κατὰ δὲ τὴν Ἐλεφαντίνην ὑπὸ τοῦ πολέμου καταληφθείς, ἥκω τὰ νῦν ἐνταῦθα, καὶ γίνομαι ἱκέτης, τὴν θυγατέρα ἐπιζητήσων . . . ἐμὲ πολυτλήμονα ἄνθρωπον εὐεργετῶν ἅμα καὶ σαυτῷ χαριζόμενος, εἰ τὸν πρεσβεύοντα ὑπὲρ ἡμῶν σατράπην ὀφθείης αἰδούμενος.