Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.37
Not analysed yet
καὶ ὃ μὲν ἐσιώπησεν, ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις: ὁ δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην, τί, ἔφη, πρὸς ταῦτα ἐρεῖς; ὃ δέ, ἀληθῆ, ἔφη, πάντα τὰ κατηγορηθέντα. λῃστὴς ἐγὼ καὶ ἄδικος καὶ βίαιος περὶ τοῦτον, ἀλλ̓ ὑμέτερος εὐεργέτης. ἀπόδος οὖν, ἔφη, τὴν ἀλλοτρίαν, ὁ Ὑδάσπης, διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ὑφέξων σφαγὴν ἔνδικον. ἀλλ̓ οὐχ ὁ ἀδικήσας, εἶπεν ὁ Θεαγένης, ἀλλ̓ ὁ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος. ἔχεις δὲ αὐτός. ἀπόδος, εἰ μὴ σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν. οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ̓ ἅμα πάντων σύγχυσις ἐγίνετο. Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας, καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, ἐς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττονος ἀναμένων, προσέδραμέ τε καὶ τὸν Χαρικλέα περιεπτύσσετο: καὶ σώζεταί σοι ἡ νομισθεῖσα καὶ παῤ ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ, ἔλεγε, θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.