Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.4
Not analysed yet
ἡ δὲ Περσῖνα βοῶν τε ἀγέλας καὶ ἵππων καὶ προβάτων ὀρύγων τε καὶ γρυπῶν καὶ ἄλλων ζώων παντοίων εἰς τὴν περαίαν ὀργάδα προπέμψασα, τὰ μὲν ὥστε ἐξ ἑκάστου γένους ἑκατόμβην εἰς τὴν θυσίαν ηὐτρεπίσθαι, τὰ δὲ ὥστε εἰς εὐωχίαν εἶναι τοῖς δήμοις, τέλος καὶ παρὰ τοὺς Γυμνοσοφιστὰς ἐλθοῦσα, οἴκησιν τὸ Πανίον πεποιημένους, τό τε παρὰ τοῦ Ὑδάσπου γράμμα ἐνεχείριζε, καὶ συμπαρεκάλει πεισθῆναί τε ἀξιοῦντι τῷ βασιλεῖ καὶ δοῦναι καὶ αὐτῇ τὸ μέρος τὴν χάριν, κόσμον τῆς πανηγύρεως τῇ παρουσίᾳ γινομένους. οἳ δὲ ὀλίγον ἐπιμεῖναι κελεύσαντες, καὶ εἰς τὸ ἄδυτον παρελθόντες εὔχεσθαι ὡς ἔθος, παρὰ θεῶν τὸ πρακτέον πυθόμενοι, μικρὸν διαλιπόντες ἐπανῆλθον. καὶ τῶν ἄλλων σιγώντων ὁ προκαθηγητὴς τοῦ συνεδρίου Σισιμίθρης, ὦ Περσῖνα, ἔλεγεν, ἡμεῖς μὲν ἥξομεν: οἱ θεοὶ γὰρ ἐπιτρέπουσι: θόρυβον δέ τινα καὶ ταραχὴν προμηνύει τὸ δαιμόνιον, ἐσομένην μὲν παρὰ τὰς θυσίας, εἰς ἀγαθὸν δὲ καὶ ἡδὺ τὸ τέλος καταστρέψουσαν, ὡς μέλους μὲν ὑμῶν τοῦ σώματος ἢ μέρους τῆς βασιλείας ἀπολωλότος, τοῦ πεπρωμένου δὲ εἰς τότε τὸ ζητούμενον ἀναφαίνοντος. καὶ ἡ Περσῖνα, τά τε φοβερά, ἔφη, καὶ πάντα τὴν πρὸς τὸ κρεῖττον ἕξει μεταβολὴν ὑμῶν παρόντων. ἀλλ̓ ὅταν αἴσθωμαι προσάγοντα Ὑδάσπην, σημανῶ πρὸς ὑμᾶς. οὐδὲν δεῖ, ἔφη, σημαίνειν, ὁ Σισιμίθρης: ἥξει γὰρ αὔριον ὄρθριος, καὶ τοῦτό σοι γράμμα μηνύσει μικρὸν ὕστερον. καὶ ἐγίνετο οὕτως: ἄρτι γὰρ ἐπανιούσῃ τῇ Περσίνῃ, καὶ τοῖς βασιλείοις πλησιαζούσῃ, γράμμα τοῦ βασιλέως ἱππεὺς ἐνεχείριζεν, εἰς τὴν ἑξῆς ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ σημαῖνον. κήρυκες οὖν αὐτίκα διήγγελλον τὴν γραφήν, μόνῳ τῷ ἄρρενι γένει τὴν ὑπάντησιν ἐπιτρέποντες, γυναιξὶ δὲ ἀπαγορεύοντες: ἅτε γὰρ τοῖς καθαρωτάτοις καὶ φανοτάτοις θεῶν Ἡλίῳ τε καὶ Σελήνῃ τῆς θυσίας τελουμένης, ἐπιμίγνυσθαι τὸ θῆλυ γένος οὐ νενόμιστο, τοῦ μή τινα καὶ ἀκούσιόν ποτε γενέσθαι μολυσμὸν τοῖς ἱερείοις. μόνῃ δὲ παρεῖναι γυναικῶν τῇ ἱερείᾳ τῆς σεληναίας ἐπιτέτραπτο, καὶ ἦν ἡ Περσῖνα, τῷ μὲν ἡλίῳ τοῦ βασιλέως τῇ Σεληναίᾳ δὲ τῆς βασιλίδος ἐκ νόμου καὶ ἔθους ἱερουμένων. ἔμελλε δὲ ἄρα ἡ Χαρίκλεια παρέσεσθαι τοῖς δρωμένοις οὐχ ὡς θεωρός, ἀλλ̓ ἱερεῖον ἐσομένη τῆς Σεληναίας. ἀκατάσχετος οὖν ἡ ὁρμὴ κατειλήφει τὴν πόλιν: καὶ οὐδὲ τὴν προηγορευμένην ἡμέραν ἀναμείναντες ἀφ̓ ἑσπέρας ἐπεραιοῦντο κατὰ τὸν Ἀσταβόρραν ποταμόν, οἳ μὲν κατὰ τὸ ζεῦγμα, οἳ δὲ πορθμείοις ἐκ καλάμων πεποιημένοις, ἃ δὴ πλεῖστα καὶ κατὰ πολλὰ μέρη τῆς ὄχθης ἐσάλευε, τοῖς πορρωτέρω τῆς γεφύρας κατοικοῦσιν ἐπιτόμους διακονοῦντα τὰς περαιώσεις. ἔστι δὲ ὀξυδρομώτατα τῆς τε ὕλης ἕνεκα καὶ ἄχθους, πλὴν ὅτι δύο που καὶ τρεῖς ἄνδρας οὐκ ἀνεχόμενα: κάλαμος γάρ ἐστι δίχα τετμημένος, καὶ τομὴν ἑκάστην σκάφιον παρεχόμενος.