Ancient Greek · ~7 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.6
Not analysed yet
τότε δ̓ οὖν διὰ πάσης νυκτὸς ἄλλοι κατ̓ ἄλλο τὸν ποταμὸν διαπεραιωθέντες, προαπαντῶντες καὶ ἴσα καὶ θεὸν εὐφημοῦντες ἐδεξιοῦντο τὸν Ὑδάσπην. οὗτοι μὲν δὴ καὶ πορρωτέρω, μικρὸν δὲ πρὸ τῆς ὀργάδος ἐντυχόντες οἱ Γυμνοσοφισταὶ δεξιάς τε ἐνέβαλλον καὶ φιλήμασιν ἠσπάζοντο. μετὰ δὲ τούτους ἡ Περσῖνα τοῦ νεώ τε ἐν προπύλοις καὶ περιβόλων ἐντός. κἀπειδὴ προσπεσόντες τοὺς θεοὺς προσεκύνησαν καὶ τὰς χαριστηρίους εὐχὰς ὑπὲρ τῆς νίκης καὶ σωτηρίας ἐτέλεσαν, ἐκτὸς περιβόλων ἐλθόντες ἐπὶ τὴν δημοτελῆ θυσίαν ἐτρέποντο, κατὰ τὴν προηυτρεπισμένην ἐν τῷ πεδίῳ σκηνὴν προκαθίσαντες, ἣν τέσσαρες ἐπλήρουν νεότμητοι κάλαμοι, σχήματος τετραπλεύρου γωνίαν ἑκάστην ἑνὸς καλάμου κίονος δίκην ἐρείδοντος, καὶ κατὰ τὰς ἄκρας εἰς ἀψῖδα περιαγομένου, καὶ τοῖς ἄλλοις ἅμα φοινίκων ἔρνεσι συμπίπτοντος, καὶ τὸ ὑποκείμενον ὀροφοῦντος. καθ̓ ἑτέραν δὲ σκηνὴν πλησίον ἐφ̓ ὑψηλῆς μὲν κρηπῖδος θεῶν τε ἐγχωρίων ἀγάλματα καὶ ἡρώων εἰκόνες προύκειντο, Μέμνονός τε καὶ Περσέως καὶ Ἀνδρομέδας, οὓς γενάρχας ἑαυτῶν οἱ βασιλεύοντες Αἰθιόπων νομίζουσι: χθαμαλώτεροι δὲ καὶ οἷον ὑπὲρ κορυφῆς τὰ θεῖα πεποιημένοι, κατὰ τῆς δευτερευούσης κρηπῖδος οἱ Γυμνοσοφισταὶ ἐπεκάθηντο. τούτων ἑξῆς ὁπλιτῶν φάλαγξ εἰς κύκλον περιεστοίχιστο, ταῖς ἀσπίσιν ὠρθωμέναις καὶ ἀλλήλων ἐχομέναις ἐπερειδομένη, τό τε πλῆθος ἐξόπισθεν ἀναστέλλουσα καὶ τὸ μεσεῦον ἀνενόχλητον τοῖς ἱερουργουμένοις παρασκευάζουσα. μικρὰ δὲ δὴ προδιαλεχθεὶς πρὸς τὸν δῆμον ὁ Ὑδάσπης, καὶ τήν τε νίκην καὶ τὰ ὑπὲρ τοῦ κοινοῦ κατορθωθέντα καταγγείλας, ἔχεσθαι τῆς θυσίας τοῖς ἱεροποιοῖς ἐκέλευε. τριῶν δὴ βωμῶν τῶν πάντων εἰς ὕψος ᾐρμένων, καὶ τῶν μὲν δυοῖν κεχωρισμένως Ἡλίῳ τε καὶ Σελήνῃ συνεζευγμένων, τοῦ τρίτου δὲ τῷ Διονύσῳ καθ̓ ἕτερον μέρος ἰδιάζοντος, τούτῳ μὲν παντοῖα ζῶα ἐπέσφαττον, διὰ τὸ πάνδημον, οἶμαι, τοῦ θεοῦ καὶ πᾶσι κεχαρισμένον ἐκ ποικίλων τε καὶ παντοίων ἱλασκόμενοι, ἐπὶ δὲ τῶν ἑτέρων Ἡλίῳ μὲν τέθριππον λευκὸν ἐπῆγον, τῷ ταχυτάτῳ τῶν θεῶν, ὡς ἔοικε, τὸ τάχιστον καθοσιοῦντες, τῇ Σεληναίᾳ δὲ ξυνωρίδα βοῶν, διὰ τὸ περίγειον, ὡς ἔοικε, τῆς θεοῦ τοὺς γηπονίᾳ συνεργοὺς καθιεροῦντες.