Ancient Greek
Book 10
Heliodorus of Emesa, Aethiopica 10.7
Not analysed yet
καὶ ἔτι τούτων δρωμένων βοή τις ἀθρόον ἠγείρετο συμμιγής τε καὶ ταραχώδης καὶ οἷα εἰκὸς ὑπὸ πλήθους ἀπείρου ἀνθρώπων συγκλύδων, τὰ πάτρια τελείσθω τῶν περιεστώτων ἐκβοώντων, ἡ νενομισμένη θυσία λοιπὸν ὑπὲρ τοῦ ἔθνους τελείσθω, αἱ ἀπαρχαὶ τοῦ πολέμου τοῖς θεοῖς προσαγέσθωσαν. συνεὶς οὖν ὁ Ὑδάσπης ὅτι τὴν ἀνθρωποκτονίαν ἐπιζητοῦσιν, ἣν ἐπὶ ταῖς κατὰ τῶν ἀλλοφύλων νίκαις μόναις ἐκ τῶν ἁλισκομένων ἐπιτελεῖν εἰώθεσαν, κατασείσας τῇ χειρὶ καὶ αὐτίκα τὸ αἰτούμενον ἔσεσθαι τοῖς νεύμασι σημήνας, τοὺς εἰς τοῦτο πάλαι ἀποκεκληρωμένους αἰχμαλώτους ἄγεσθαι προσέταττεν. ἤγοντο οὖν οἵ τε ἄλλοι καὶ ὁ Θεαγένης καὶ ἡ Χαρίκλεια, τῶν τε δεσμῶν λελυμένοι καὶ κατεστεμμένοι, κατηφεῖς μέν, οἷα εἰκός, οἱ ἄλλοι, καὶ ὁ Θεαγένης δ̓ ἐπ’ ἔλαττον, ἡ Χαρίκλεια δὲ καὶ φαιδρῷ τῷ προσώπῳ καὶ μειδιῶντι, συνεχές τε καὶ ἀτενὲς εἰς τὴν Περσῖναν ἀφορῶσα, ὥστε κἀκείνην παθεῖν τι πρὸς τὴν ὄψιν. καὶ βύθιόν τι στενάξασα, ὦ ἄνερ, εἶπεν, οἵαν κόρην εἰς τὴν θυσίαν ἐπιλέλεξαι. οὐκ οἶδα ἰδοῦσα τοιοῦτον κάλλος. ὡς δὲ καὶ εὐγενὴς τὸ βλέμμα, ὡς δὲ καὶ μεγαλόφρων πρὸς τὴν τύχην, ὡς δὲ ἐλεεινὴ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς. εἰ περιεῖναι συνέβαινεν ἡμῖν τὸ ἅπαξ μοι κυηθὲν καὶ κακῶς ἀπολωλὸς θυγάτριον, ἐν ἴσοις που ταύτῃ τοῖς ἔτεσιν ἐξητάζετο. ἀλλ̓ εἴθε γε, ὦ ἄνερ, ἐνῆν πως ἐξελέσθαι τὴν κόρην. πολλὴν ἂν ἔσχον παραψυχὴν διακονουμένης μοι τοιαύτης. ἴσως δέ που καὶ Ἑλληνίς ἐστιν ἡ ἀθλία: τὸ γὰρ πρόσωπον οὐκ Αἰγυπτίας. Ἑλληνὶς μέν, ἔφη πρὸς αὐτὴν ὁ Ὑδάσπης, καὶ πατέρων οὓς λέξει τὸ παρόν. δεῖξαι γὰρ οὐκ ἂν ἔχοι: πόθεν; καίτοι γε ἐπηγγέλλετο. ῥυσθῆναί γε μὴν τῆς θυσίας ἀδύνατος: καίτοι γε ἐβουλόμην, πεπονθώς τι καὶ αὐτὸς οὐκ οἶδ̓ ὅπως, καὶ κατελεῶν τὴν κόρην. ἀλλ̓ οἶσθα ὡς ἄρρενα μὲν τῷ Ἡλίῳ θήλειαν δὲ τῇ Σεληναίᾳ προσάγειν τε καὶ ἱερουργεῖν ὁ νόμος βούλεται. ταύτης δὴ πρώτης αἰχμαλώτου μοι προσαχθείσης καὶ εἰς τὴν νῦν θυσίαν ἀποκληρωθείσης ἀπαραίτητος ἂν γένοιτο πρὸς τὸ πλῆθος ἡ ὑπέρθεσις. ἓν μόνον ἂν βοηθήσειεν, εἰ τῆς ἐσχάρας ἣν οἶσθα ἐπιβᾶσα, μὴ ἁγνεύουσά πως ὁμιλίας τῆς πρὸς ἄνδρας ἐλεγχθείη, καθαρὰν εἶναι τὴν προσκομιζομένην τῇ θεῷ, καθάπερ οὖν καὶ τὸν Ἡλίῳ, τοῦ νόμου κελεύοντος, ἐπὶ δὲ τῆς τοῦ Διονύσου θυσίας ἀδιαφοροῦντος. ἀλλ̓ ὅρα, εἰ προσομιλήσασά τῳ φωραθείη πρὸς τῆς ἐσχάρας, μὴ οὐκ εὐπρεπὲς ᾖ τὴν τοιάνδε εἰς τὸν οἶκον εἰσδέξασθαι. καὶ ἡ Περσῖνα, φωραθείη, ἔφη, καὶ σωθείη μόνον: αἰχμαλωσία καὶ πόλεμος καὶ τοσοῦτος τῆς ἐνεγκούσης ἐξοικισμὸς ἀνέγκλητον ποιεῖ τὴν προαίρεσιν, καὶ πλέον ἐπὶ ταύτης, ἐν τῷ κάλλει τὴν καθ̓ ἑαυτῆς βίαν, εἰ καί τι τοιοῦτον ὑπέστη, περιαγούσης.