Ancient Greek · ~12 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.9.1
Not analysed yet
ἐπεὶ δὲ καὶ Θεαγένης ἐπιβὰς καθαρεύων ἐφαίνετο, θαυμασθεὶς πρὸς ἁπάντων τά τε ἄλλα τοῦ μεγέθους. καὶ κάλλους, καὶ ὅτι περ οὕτως ἀκμαῖος ἀνὴρ ἀπείρατος εἴη τῶν Ἀφροδίτης, πρὸς τὴν ἡλιακὴν ἱερουργίαν ηὐτρεπίζετο, καλά, λέγων ἠρέμα πρὸς τὴν Χαρίκλειαν, τἀπίχειρα παῤ Αἰθίοψι τῶν καθαρῶς βιούντων: θυσίαι καὶ σφαγαὶ τὰ ἔπαθλα τῶν σωφρονούντων. ἀλλ̓ ὦ φιλτάτη, τί οὐχὶ φράζεις σαυτήν; ποῖον ἀναμένεις ἔτι καιρόν, ἢ τὸν ἕως ἄν ἀποδειροτομήσῃ τις; λέγε, ἱκετεύω, καὶ μήνυε τὴν σαυτῆς τύχην. ἴσως μὲν κἀμὲ περισώσεις, ἥ τις ποτὲ εἴης γνωρισθεῖσα, καὶ ἐξαιτήσασα: εἰ δ̓ ἄρα μὴ τοῦτο, σύ γε μὴν προδήλως διαδράσῃ τὸν κίνδυνον. αὔταρκες δὲ τοῦτό μοι μαθόντι καὶ τελευτᾶν. ἣ δέ πλησίον ὁ ἀγών εἰποῦσα, καὶ νῦν ταλαντεύει τὰ καθ̓ ἡμᾶς ἡ μοῖρα, μηδὲ κελεῦσαι τοὺς ἐπιτεταγμένους ἀναμείνασα, ἐνέδυ τε τὸν ἐκ Δελφῶν ἱερὸν χιτῶνα ἐκ πηριδίου τινὸς ὃ ἐπεφέρετο προκομίσασα, χρυσοϋφῆ τε ὄντα καὶ ἀκτῖσι κοκκοβαφέσι κατάπαστον: τήν τε κόμην ἀνεῖσα καὶ οἷον κάτοχος φανεῖσα προσέδραμέ τε καὶ ἐφήλατο τῇ ἐσχάρᾳ, καὶ εἱστήκει πολὺν χρόνον ἀπαθής, τῷ τε κάλλει τότε πλέον ἐκλάμποντι καταστράπτουσα, περίοπτος ἐφ̓ ὑψηλοῦ πᾶσι γεγενημένη, καὶ πρὸς τοῦ σχήματος τῆς στολῆς ἀγάλματι θεοῦ πλέον ἢ θνητῇ γυναικὶ προσεικαζομένη. θάμβος οὖν ἅμα πάντας κατέσχε, καὶ βοὴν μίαν ἄσημον μὲν καὶ ἄναρθρον, δηλωτικὴν δὲ τοῦ θαύματος, ἀπήχησαν, τῶν τε ἄλλων ἀγασθέντες, καὶ πλέον ὅτι κάλλος οὕτως ὑπὲρ ἄνθρωπον καὶ τὸ ὥριον τῆς ἀκμῆς ἄθικτον ἐτήρει, καὶ ἔχειν ἀνεδείκνυτο σωφροσύνην πλέον τῇ ὥρᾳ κοσμουμένην. ἐλύπει μὲν οὖν καὶ ἄλλους τῶν ὄχλων ἁρμόδιος τῇ θυσίᾳ φανεῖσα: καὶ δεισιδαιμονοῦντες ὅμως ἥδιστα ἄν εἶδον ἔκ τινος μηχανῆς περισωθεῖσαν. πλέον δὲ ἠνία τὴν Περσῖναν, ὥστε καὶ εἰπεῖν πρὸς τὸν Ὑδάσπην, ὡς ἀθλία καὶ δυστυχὴς ἡ κόρη σὺν πολλῷ τῷ κακῷ οὐδ̓ εἰς καιρὸν τῇ σωφροσύνῃ σεμνυνομένη, καὶ θάνατον τῶν πολλῶν τούτων ἐπαίνων ἀλλαττομένη. ἀλλὰ τί ἂν γένοιτο, ἔφη, ὦ ἄνερ; ὃ δέ, μάτην, ἔφη, μοι ἐνοχλεῖς, καὶ οἰκτίζῃ τὴν οὐ σωζομένην, ἀλλὰ θεοῖς, ὡς ἔοικε, διὰ τὸ ὑπερβάλλον τῆς φύσεως ἀρχῆθεν φυλαττομένην. καὶ ἀποστρέψας τὸν λόγον πρὸς τοὺς Γυμνοσοφιστάς, ἀλλ̓ ὦ σοφώτατοι, ἔφη, πάντων ηὐτρεπισμένων τί οὐχὶ κατάρχετε τῶν ἱερῶν; καὶ ὁ Σισιμίθρης, εὐφήμησον, ἀπεκρίνατο ἑλληνίζων, ὥστε μὴ τὸ πλῆθος ἐπαΐειν: ἱκανῶς γὰρ καὶ μέχρι τούτων ὄψιν τε καὶ ἀκοὴν ἐχράνθημεν. ἀλλ̓ ἡμεῖς μὲν εἰς τὸν νεὼν μεταστησόμεθα, θυσίαν οὕτως ἔκθεσμον τὴν δἰ ἀνθρώπων οὔτε αὐτοὶ δοκιμάζοντες οὔτε προσίεσθαι τὸ θεῖον νομίζοντες. ὡς εἴθε γε ἦν καὶ τὰς διὰ τῶν ἄλλων ζώων θυσίας κεκωλῦσθαι, μόναις ταῖς δἰ εὐχῶν καὶ ἀρωμάτων καθ̓ ἡμέτερον νόον ἀρκουμένοις. σὺ δὲ ἐπιμένων ʽἐπάναγκες γὰρ βασιλεῖ καὶ ἄκριτον ἔστιν ὅτε πλήθους ὁρμὴν θεραπεύειν̓ ἐπιτέλει τὴν οὐκ εὐαγῆ μὲν ταύτην θυσίαν, διὰ δὲ τὸ προκατειληφὸς τοῦ Αἰθιοπικοῦ νόμου πάτριον ἀπαραίτητον, καθαρσίων εἰσαῦθις δεησόμενος, ἴσως δὲ καὶ οὐ δεησόμενος. οὐ γάρ μοι δοκεῖ πρὸς τέλος ἥξειν ἥδε ἡ θυσία, τοῖς τε ἄλλοις ἐκ τοῦ θείου συμβόλοις τεκμαιρομένῳ, καὶ τῷ περιλάμποντι φωτὶ τοὺς ξένους, ὑπερμαχεῖν τινὰ τῶν κρειττόνων διασημαίνοντι.