Ancient Greek · ~6 min
Book 10
Heliodorus of Emesa, Aethiopica 10.10
Not analysed yet
καὶ ταῦτα εἰπὼν ἅμα καὶ τοῖς ἄλλοις συνέδροις ἀνίστατο καὶ πρὸς τὴν μετάστασιν ἐρρυθμίζετο. ἀλλ̓ ἥ γε Χαρίκλεια καθήλατο τῆς ἐσχάρας, καὶ προσδραμοῦσα προσπίπτει τε τοῖς γόνασι τοῦ Σισιμίθρου, τῶν ὑπηρετῶν παντοίως ἐπεχόντων καὶ τὴν ἱκεσίαν παραίτησιν εἶναι τοῦ θανάτου νομιζόντων. καὶ ὦ σοφώτατοι ἔλεγε, μικρὸν ἐπιμείνατε: δίκη γάρ μοι καὶ κρίσις πρόκειται πρὸς τοὺς βασιλεύοντας, ὑμᾶς δὲ μόνους καὶ τοῖς τοσούτοις δικάζειν πυνθάνομαι. καὶ τὸν περὶ ψυχῆς ἀγῶνά μοι διαιτήσατε: σφαγιασθῆναι γάρ με θεοῖς οὔτε δυνατὸν οὔτε δίκαιον εἶναι μαθήσεσθε. προσήκαντο ἄσμενοι τὰ εἰρημένα, καὶ ὦ βασιλεῦ ἔφασαν, ἀκούεις τῆς προκλήσεως καὶ ἃ προΐσχεται ἡ ξένη; γελάσας οὖν ὁ Ὑδάσπης, καὶ ποία δίκη, φησίν, ἢ πόθεν ἐμοὶ καὶ ταύτῃ; προφάσεως δὲ ἐκ ποίας ἢ ποίων ἴσων ἀναφαινομένη; καὶ ὁ Σισιμίθρης, αὐτά, ἔφη, δηλώσει τὰ λεχθησόμενα. καὶ οὐκ ἂν δόξειεν, ἔφη, τὸ πρᾶγμα οὐ κρίσις ἀλλ̓ ὕβρις, εἰ πρὸς τὴν αἰχμάλωτον βασιλεὺς ὢν διαδικάσομαι; τὰς ὑπεροχὰς οὐ δυσωπεῖται τὸ δίκαιον, ἀπεκρίνατο πρὸς αὐτὸν ὁ Σισιμίθρης: ἀλλ̓ εἷς ἐστὶν ὁ βασιλεύων ἐν ταῖς κρίσεσιν, ὁ τοῖς εὐλογωτέροις κρατῶν. ἀλλὰ πρὸς τοὺς ἐγχωρίους, ἔφη, καὶ οὐ τοὺς ξένους δικάζειν ὑμᾶς τοῖς βασιλεύουσιν ὁ νόμος ἐφίησι. καὶ ὁ Σισιμίθρης, οὐ τοῖς προσώποις, ἔφη, μᾶλλον τὰ δίκαια γίνεται ἰσχυρὰ παρὰ τοῖς σώφροσιν, ἀλλὰ τοῖς τρόποις. δῆλον μέν, εἶπεν, ὡς οὐδὲν ἐρεῖ σπουδαῖον, ἀλλ̓ ὅπερ ἴδιον τῶν τὰ τελευταῖα κινδυνευόντων, λόγων ματαίων ἔσται πλάσματα πρὸς ὑπέρθεσιν. λέγετω δ̓ οὖν ὅμως, ἐπειδὴ βούλεται Σισιμίθρης.