Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.31
Not analysed yet
ὃ δὲ ἄρχεται λόγων τοιῶνδε. ταύτην ἣν ὁρᾷς, ξένε, φησίν, ἡ μὲν τεκοῦσα, δἰ αἰτίαν ἣν γνώσῃ μικρὸν ὕστερον, ἐν σπαργάνοις ἐξέθετο, τύχης ἀμφιβολίᾳ τὰ κατ̓ αὐτὴν ἐπιτρέψασα, ἐγὼ δὲ προστυχὼν ἀνειλόμην: οὐδὲ γὰρ ἦν μοι θεμιτὸν ἐν κινδύνῳ ψυχὴν ἅπαξ ἐνανθρωπήσασαν παριδεῖν. ἓν γὰρ καὶ τοῦτο παράγγελμα τῶν γυμνῶν παῤ ἡμῖν σοφῶν, ὧν ἀκουστὴς εἶναι χρόνοις ὀλίγοις πρόσθεν ἠξίωμαι. καὶ ἄλλως καὶ τὸ παιδίον αὐτόθεν μέγα τι καὶ θεῖον τῶν ὀφθαλμῶν ἐξέλαμπεν: οὕτω μοι περισκοποῦντι γοργόν τε καὶ ἐπαγωγὸν ἐνεῖδε. συνεξέκειτο δὲ αὐτῷ καὶ λίθων ὅρμος, ὃν ἀρτίως ἐπεδείκνυον, καὶ ταινία τις ἀπὸ σηρικοῦ νήματος ἐξυφασμένη, γράμμασιν ἐγχωρίοις καὶ διηγήματι τῶν κατὰ τὴν παῖδα κατάστικτος, τῆς μητρός, οἶμαι, σύμβολα ταῦτα καὶ γνωρίσματα τῇ κόρῃ προμηθευσαμένης. ἅπερ ὡς ἀνέγνων, πόθεν τέ ἐστι καὶ τίνος ἔγνων, εἰς ἀγρόν τε κομίζω πόρρω τῆς πόλεως ἀπῳκισμένον, καὶ ποιμέσιν ἐμαυτοῦ τρέφειν παραδούς, μηδενί τε φράζειν ἐπαπειλήσας, τὰ συνεκτεθέντα κατεῖχον, τοῦ μή τινα ἐπιβουλὴν γενέσθαι δἰ αὐτὰ τῇ κόρῃ. τὰ μὲν οὖν πρῶτα οὕτως ἐλάνθανεν: ἐπεὶ δὲ τοῦ χρόνου προϊόντος ἡ τῆς κόρης ἀκμὴ καὶ μείζονος ὥρας ἐφαντάζετο τοῦ εἰωθότος ʽτὸ κάλλος δ̓ οὐδ̓ ἂν ὑπὸ γῆν κρυπτόμενον ἔλαθεν, ἀλλά μοι δοκεῖ κἂν ἐκεῖθεν διεκλάμψαἰ, δείσας μὴ φωτισθείη τὰ κατ̓ αὐτήν, καὶ ἀπόλοιτο μὲν αὐτή, παραπολαύσω δέ τινος καὶ αὐτὸς ἀηδοῦς, ἐκπεμφθῆναι πρεσβευτὴς παρὰ τὸν Αἰγύπτου σατράπην ἐπραγματευσάμην. καὶ ἥκω ταύτην συνεπαγόμενος, διαθέσθαι τὰ κατ̓ αὐτὴν ἐνθυμούμενος. καὶ τῷ μὲν ὅσον οὐδέπω περὶ ὧν ἥκω διαλεχθήσομαι ʽχρηματίσαι γὰρ ἡμῖν τήμερον ἐπηγγείλατὀ, σοὶ δὲ καὶ θεοῖς τοῖς οὕτως ἐπιτρέψασιν ἐγχειρίζω τὴν κόρην ἐπὶ συνθήκαις ταῖς ἐνωμότως ἡμῖν γενομέναις, ἦ μὴν ἐλευθέραν ταύτην ἕξειν καὶ ἐλευθέρῳ πρὸς γάμον ἐκδώσειν, ἐπιδώσειν δὲ τὴν ταινίαν ταύτην, ἣν δὴ καὶ αὐτὸς κομίζῃ παῤ ἡμῶν, μᾶλλον δὲ τῆς ἐκθεμένης μητρός. πιστεύω δέ σε πάντα ἐμπεδώσειν τὰ ὡμιλημένα, τοῖς τε ὅρκοις ἀποθαρσῶν, καὶ τὸν σὸν τρόπον ἐκ πολλῶν τῶν ἡμερῶν ὧν ἐνθάδε διάγεις Ἑλληνικὸν ὄντα τῷ ὄντι περιειργασμένος.