Ancient Greek
Book 2
Heliodorus of Emesa, Aethiopica 2.32
Not analysed yet
ταῦτά σοι νῦν εἶχον λέγειν ἐπιτετμημένως, καλούσης με τῆς κατὰ τὴν πρεσβείαν χρείας. τὰ σαφέστερα δὲ καὶ ἀκριβέστερα τῶν κατὰ τὴν κόρην εἰς αὔριον μυηθήσῃ, περὶ τὸν νεὼν τῆς Ἴσιδος ἐντυχών. ἐποίουν οὕτως, καὶ παραλαβὼν τὴν κόρην ἦγον ἐπικαλύψας ὡς ἐμαυτόν. κἀκείνην μὲν τὴν ἡμέραν εἶχον ἐν θεραπείᾳ, πολλὰ φιλοφρονούμενος καὶ πολλὴν τοῖς θεοῖς ὁμολογῶν χάριν, αὐτόθεν τε ἐμαυτοῦ θυγατέρα καὶ ἐνόμιζον καὶ ὠνόμαζον: εἰς δὲ τὴν ὑστεραίαν ἅμα ἡμέρᾳ λίαν ἐσπουδασμένως ἐπὶ τὸν νεὼν τῆς Ἴσιδος, οὗπερ συνετέτακτό μοι πρὸς τὸν ξένον, ὥρμησα. καὶ πλεῖστα ἐμπεριπατήσας, ἐπειδήπερ ἐφαίνετο οὐδαμοῦ, παραγενόμενος εἰς τὰ σατραπεῖα, τὸν πρεσβευτὴν τῶν Αἰθιόπων εἴ τις ἑώρα, ἐπυνθανόμην. καί μοί τις ἀπήγγελλεν ὡς ἐξώρμησε, μᾶλλον δὲ ἐξελήλαται, πρὸ ἡλίου δυσμῶν εἰ μὴ τῶν ὅρων ἐκτὸς γένοιτο, θάνατον αὐτῷ τοῦ σατράπου διαπειλήσαντος. ἐμοῦ δὲ ἐρομένου τὴν αἰτίαν, ὅτι, ἔφη ὁ ἀπαγγέλλων, ἐπέταττεν ἀπέχεσθαι τῶν σμαραγδείων μετάλλων ὡς Αἰθιοπίᾳ προσηκόντων. ὑπέστρεφον ἀνιαρῶς ἄγαν διατεθείς, καὶ ὥσπερ οἱ βαρεῖάν τινα πληγὴν εἰληφότες, ὅτι δή μοι γνῶναι μὴ ἐξεγένετο τὰ κατὰ τὴν κόρην, τίς ἢ πόθεν ἢ τίνων. μὴ θαυμάσῃς, εἶπεν ὁ Κνήμων: ἀσχάλλω γὰρ καὶ αὐτὸς οὐκ ἀκούσας. ἀλλ̓ ἴσως ἀκούσομαι. ἀκούσῃ,