Ancient Greek · ~11 min
Book 2
Heliodorus of Emesa, Aethiopica 2.33
Not analysed yet
ἔφη ὁ Καλάσιρις: νυνὶ δὲ ἅπερ ἑξῆς ἐπέραινεν ὁ Χαρικλῆς, εἰρήσεται. ἐπειδὴ γάρ, φησίν, εἰς τὸ δωμάτιον ἦλθον, ὑπαντᾷ τέ μοι ἡ παῖς, καὶ ἔλεγε μὲν οὐδέν, οὔπω τῆς Ἑλλάδος συνιεῖσα φωνῆς, ἀπὸ δὲ τῆς χειρὸς ἠσπάζετο, καί με πρὸς τὸ φαιδρότερον ὀφθεῖσα μόνον ἀνίησιν. ἐθαύμαζόν τε ὅτι, καθάπερ οἱ ἀγαθοὶ καὶ εὐγενεῖς τῶν σκυλάκων πάντα τινὰ καὶ ἐπ’ ὀλίγον ὀλίγον ἐγνωσμένον σαίνουσιν, οὕτω κἀκείνη τῆς ἐμῆς περὶ αὐτὴν εὐνοίας ὀξέως ᾔσθετο καὶ ὡς πατέρα περιεῖπεν. ἔγνων οὖν μὴ ἐνδιατρίβειν τοῖς Καταδούποις, μὴ δή τις καὶ δαίμονος βασκανία τῆς δευτέρας με θυγατρὸς στερήσειε, καὶ διὰ τοῦ Νείλου κατάρας ἐπὶ θάλατταν ἐπιτυχών τε νεὼς ἀνηγόμην τὴν ἐπ’ οἴκου. καὶ ἔστι νῦν ἡ παῖς ἐνταῦθα σὺν ἐμοί, παῖς μὲν οὖσα ἐμὴ καὶ ὄνομα τοὐμὸν ὀνομαζομένη: σαλεύω γὰρ ἐπ’ αὐτῇ τὸν βίον. καὶ ἔστι τὰ μὲν ἄλλα καὶ εὐχῆς κρείττων: οὕτω τάχιστα μὲν τὴν Ἑλλάδα γλῶτταν εἵλκυσε, τάχιστα δὲ εἰς ἀκμὴν καθάπερ ἔρνος τι τῶν εὐθαλῶν ἀνέδραμεν. ὡραιότητι δὲ σώματος οὕτω δή τοι τὰς πάσας ὑπερβέβληκεν ὥστε πᾶς ὀφθαλμὸς Ἑλληνικός τε καὶ ξένος ἐπ’ αὐτὴν φέρεται, καὶ ὁπουδὴ φαινομένη ναῶν ἢ δρόμων ἢ ἀγορῶν, καθάπερ ἀρχέτυπον ἄγαλμα πᾶσαν ὄψιν καὶ διάνοιαν ἐφ̓ ἑαυτὴν ἐπιστρέφει. ἀλλ̓ αὕτη τοιαύτη τις οὖσα λυπεῖ με λύπην ἀνίατον. ἀπηγόρευται παῤ αὐτῇ γάμος, καὶ παρθενεύειν τὸν πάντα βίον διατείνεται, καὶ τῇ Ἀρτέμιδι ζάκορον ἑαυτὴν ἐπιδοῦσα θήραις τὰ πολλὰ σχολάζει καὶ ἀσκεῖ τοξείαν. ἐμοὶ δέ ἐστιν ὁ βίος ἀφόρητος, ἐλπίσαντι μὲν ἀδελφῆς ἐμαυτοῦ παιδὶ ταύτην ἐκδώσειν, καὶ μάλα γε ἀστείῳ καὶ χαρίεντι λόγον τε καὶ ἦθος νεανίσκῳ, ἀποτυγχάνοντι δὲ διὰ τὴν ταύτης ἀπηνῆ κρίσιν. οὔτε γὰρ θεραπεύων οὔτε ἐπαγγελλόμενος οὔτε λογισμοὺς ἀνακινῶν πεῖσαι δεδύνημαι, ἀλλὰ τὸ χαλεπώτατον, τοῖς ἐμοῖς, τὸ τοῦ λόγου, κατ̓ ἐμοῦ κέχρηται πτεροῖς, καὶ τὴν ἐκ λόγων πολυπειρίαν, ἣν ποικίλην ἐδιδαξάμην πρὸς κατασκευὴν τοῦ τὸν ἄριστον ᾑρῆσθαι βίον, ἐπανατείνεται, ἐκθειάζουσα μὲν παρθενίαν καὶ ἐγγὺς ἀθανάτων ἀποφαίνουσα, ἄχραντον καὶ ἀκήρατον καὶ ἀδιάφθορον ὀνομάζουσα, ἔρωτας δὲ καὶ Ἀφροδίτην καὶ πάντα γαμήλιον θίασον ἀποσκορακίζουσα. πρὸς ταῦτα δή σε βοηθὸν ἐπικαλοῦμαι, καὶ διὰ τοῦτο καιροῦ λαβόμενος καὶ ἀφορμῆς τῆς ἐκ ταὐτομάτου πως ἐνδοθείσης, μακροτέρου πρὸς σὲ τοῦ διηγήματος ἐδεήθην. καὶ δὸς τὴν χάριν, ὦ γαθὲ Καλάσιρι. σοφίαν τινὰ καὶ ἴυγγα κίνησον ἐπ’ αὐτὴν Αἰγυπτίαν. πεῖσον ἢ λόγοις ἢ ἔργοις γνωρίσαι τὴν ἑαυτῆς φύσιν, καὶ ὅτι γυνὴ γέγονεν εἰδέναι. βουλομένῳ δέ σοι τὸ πρᾶγμα ῥᾴδιον. οὔτε γὰρ ἀπρόσμικτος ἐκείνη πρὸς τοὺς λόγους τῶν ἀνδρῶν, ἀλλὰ τὸ πλεῖστον τούτοις συνόμιλος ἐπαρθενεύθη: καὶ οἴκησιν οἰκεῖ σοι τὴν αὐτὴν ἐνταῦθα, ἐντὸς φημὶ τοῦ περιβόλου καὶ περὶ τὸν νεών. ἱκέτην οὖν γινόμενον μὴ παρίδῃς με, μηδὲ συγχωρήσῃς ἄπαιδα καὶ ἀπαραμύθητον καὶ διαδόχων ἔρημον ἐν γήραι βαρεῖ διάγειν, μὴ πρὸς Ἀπόλλωνος αὐτοῦ καὶ τῶν ἐγχωρίων σοι θεῶν. ἐδάκρυσα τούτων ἀκούων ὦ Κνήμων, ἐπειδὴ κἀκεῖνος οὐκ ἀδάκρυτον τὴν ἱκεσίαν προσῆγε, καὶ ἐπηγγελλόμην,