Ancient Greek · ~8 min
Book 3
Heliodorus of Emesa, Aethiopica 3.11
Not analysed yet
ὡς δὲ καὶ χάσμης ἀδημονούσης ἀνάπλεως ἐφαίνετο, τότε δὴ καὶ τοῖς ἄλλοις τῶν παρόντων κατάδηλος ἦν οὐχ ὑγιαίνων: ὥστε καὶ τὸν Χαρικλέα καθεωρακότα ἀλλ̓ ἢ τὸ ἀνώμαλον, ἡσυχῇ πρός με εἰπεῖν, καὶ τοῦτον βάσκανος εἶδεν ὀφθαλμός, καὶ ταὐτόν μοι δοκεῖ πεπονθέναι τῇ Χαρικλείᾳ. ταὐτόν, ἔφην ἐγώ, νὴ τὴν Ἶσιν, ὀρθῶς τε καὶ οὐκ ἀπεικότως, εἴπερ καὶ ἐν τῇ πομπῇ μετ̓ ἐκείνην διέπρεπε. ταῦτα μὲν ἡμεῖς: ἐπεὶ δὲ τὰς κύλικας ἔδει περιάγεσθαι, προέπινεν ὁ Θεαγένης καὶ ἄκων ἑκάστῳ φιλοτησίαν. ὡς δὲ εἰς ἐμὲ περιῆλθεν, ἔχω τὴν φιλοφρόνησιν εἰπόντος, ὑποδεξαμένου δὲ οὐδαμῶς, ὀξύ τε καὶ διάπυρον ἐνεῖδεν, ὑπερορᾶσθαι προσδοκήσας. συνεὶς οὖν ὁ Χαρικλῆς, οἴνου καὶ ἐδεσμάτων, εἶπε, τῶν ἐψυχωμένων ἀπέχεται. τοῦ δὲ τὴν αἰτίαν ἐρομένου, Μεμφίτης ἐστίν, εἶπεν, Αἰγύπτιος, καὶ προφήτης τῆς Ἴσιδος. ὁ δὴ Θεαγένης ὡς τὸν Αἰγύπτιον καὶ τὸν προφήτην ἤκουσεν, ἡδονῆς τε ἀθρόον ἐνεπλήσθη, καὶ ὥσπερ οἱ θησαυρῷ τινὶ προστυχόντες, ὀρθώσας ἑαυτόν, ὕδωρ τε αἰτήσας καὶ πιών, ὦ σοφώτατε, εἶπεν, ἀλλὰ σύ γε ταύτην δέχου τὴν φιλοτησίαν, ἣν ἀπὸ τῶν ἡδίστων σοι προέπιον: καὶ φιλίαν ἥδε ἡμῖν ἡ τράπεζα σπενδέσθω. ἐσπείσθω, ἔφην, καλὲ Θεάγενες, ἐμοὶ καὶ πάλαι οὖσα πρὸς σέ. καὶ ὑποδεξάμενος ἔπινον. καὶ τότε μὲν εἰς ταῦτα ἔληξε τὸ συμπόσιον, καὶ ἀπηλλαττόμεθα ἐπ’ οἶκον τὸν ἴδιον ἕκαστος, πολλά με τοῦ Θεαγένους καὶ θερμότερα ἢ κατὰ τὴν προϋπάρχουσαν γνῶσιν κατασπασαμένου: ἐπεὶ δὲ ἦλθον οὗ κατηγόμην, ἄυπνος τὰ πρῶτα διῆγον ἐπὶ τῆς εὐνῆς, ἄνω καὶ κάτω τὴν περὶ τῶν. νέων φροντίδα στρέφων, καὶ τοῦ χρησμοῦ τὰ τελευταῖα τί ἄρα βούλοιτο ἀνιχνεύων. ἤδη δὲ μεσούσης τῆς νυκτὸς ὁρῶ τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, ὡς ᾤμην, εἴγε ᾤμην, ἀλλὰ μὴ ἀληθῶς ἑώρων. καὶ ὃ μὲν τὸν Θεαγένην ἣ δὲ τὴν Χαρίκλειαν ἐνεχείριζεν, ὀνομαστί τέ με προσκαλοῦντες, ὥρα σοι, ἔλεγον, εἰς τὴν ἐνεγκοῦσαν ἐπανήκειν: οὕτω γὰρ ὁ μοιρῶν ὑπαγορεύει θεσμός. αὐτός τε οὖν ἔξιθι, καὶ τούσδε ὑποδεξάμενος ἄγε συνεμπόρους, ἴσα τε παισὶ ποιούμενος, καὶ παράπεμπε ἀπὸ τῆς Αἰγυπτίων ὅποι τε καὶ ὅπως τοῖς θεοῖς φίλον.