Ancient Greek · ~3 min
Book 3
Heliodorus of Emesa, Aethiopica 3.12
Not analysed yet
ταῦτα εἰπόντες οἳ μὲν ἀπεχώρησαν, ὅτι μὴ ὄναρ ἦν ἡ ὄψις ἀλλ̓ ὕπαρ ἐνδειξάμενοι: ἐγὼ δὲ τὰ μὲν ἄλλα συνίην ὡς ἑωράκειν, εἰς τίνας δὲ ἀνθρώπους ἢ εἰς τίνα γῆν παραπέμπεσθαι τοὺς νέους τοῖς θεοῖς φίλον ἠπόρουν. καὶ ὁ Κνήμων, ταῦτα μέν, ἔφη, ὦ πάτερ, ἐς ὕστερον αὐτός γε ἐγνωκὼς ἐρεῖς πρὸς ἡμᾶς: ἀλλὰ τίνα δὴ τρόπον ἔφασκες ἐνδεδεῖχθαί σοι τοὺς θεοὺς ὅτι μὴ ἐνύπνιον ἦλθον ἀλλ̓ ἐναργῶς ἐφάνησαν; ὃν τρόπον, εἶπεν, ὦ τέκνον, καὶ ὁ σοφὸς Ὅμηρος αἰνίττεται: οἱ πολλοὶ δὲ τὸ αἴνιγμα παρατρέχουσιν: ἴχνια γὰρ μετόπισθεν, ὡς ἐκεῖνός που λέγει, ποδῶν ἠδὲ κνημάων ῥεἶ ἔγνων ἀπιόντος. ἀρίγνωτοι δὲ θεοί περ. ἀλλ̓ ἢ καὶ αὐτὸς ἔοικα τῶν πολλῶν εἶναι, καὶ τοῦτο ἴσως ἐλέγχειν ὦ Καλάσιρι βουλόμενος τῶν ἐπῶν ἐμνημόνευσας, ὧν ἐγὼ τὴν μὲν ἐπιπολῆς διάνοιαν, ὅτε περ καὶ τὴν λέξιν, οἶδα ἐκδιδαχθείς, τὴν δὲ ἐγκατεσπαρμένην αὐτοῖς θεολογίαν ἠγνόηκα.