Ancient Greek · ~5 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.14
Not analysed yet
τοιαύτη μὲν καὶ πᾶσα ἐξ Ἰνδῶν τε καὶ Αἰθιόπων ἀμέθυσος: ἣν δὲ τότε τῷ Ναυσικλεῖ προσεκόμιζεν ὁ Καλάσιρις, μακρῷ καὶ ταύτας ἐπλεονέκτει. γραφῇ γὰρ ἔξεστο καὶ εἰς μίμημα ζώων ἐκοιλαίνετο, καὶ ἦν ἡ γραφή, παιδαρίσκος ἐποίμαινε πρόβατα, χαμαιζήλῳ μὲν πέτρᾳ πρὸς περιωπὴν ἐφεστώς, τὴν δὲ νομὴν τῇ ἀγέλῃ πλαγίοις αὐλήμασι διατάττων. τὰ δὲ ἐπείθετο, ὡς ἐδόκει, καὶ ἠνείχετο πρὸς τὰ ἐνδόσιμα τῆς σύριγγος ποιμαινόμενα. εἶπεν ἄν τις αὐτὰ καὶ χρυσοῖς βεβριθέναι τοῖς μαλλοῖς, οὐ τῆς τέχνης τοῦτο χαριζομένης, ἀλλ̓ οἰκεῖον ἐρύθημα τῆς ἀμεθύσου τοῖς νώτοις ἐπανθούσης. ἐγέγραπτο καὶ ἀρνειῶν ἁπαλὰ σκιρτήματα: καὶ οἳ μὲν ἀγεληδὸν ἐπὶ τὴν πέτραν ἀνατρέχοντες, οἳ δὲ περὶ τὸν νομέα κύκλους ἀγερώχους ἐξελίττοντες, ποιμενικὸν θέατρον ἐπεδείκνυσαν τὸν κρημνόν. ἄλλοι δὲ ὥσπερ ἡλίῳ τῇ φλογὶ τῆς ἀμεθύσου γαννύμενοι, ἅλμασιν ἀκρωνύχοις τὴν πέτραν ἐπέξεον. ὅσοι δὲ αὐτῶν πρωτόγονοι καὶ θρασύτεροι, καὶ ὑπεράλλεσθαι βουλομένοις τὸν κύκλον ἐῴκεσαν, εἰργομένοις δὲ ὑπὸ τῆς τέχνης ὥσπερ εἰ μάνδραν χρυσῆν τὴν σφενδόνην αὐτοῖς τε καὶ τῇ πέτρᾳ περιβαλλούσης. ἣ δὲ ἦν πέτρα τῷ ὄντι, καὶ οὐχὶ μίμημα: τῶν γὰρ ἄκρων τῆς λίθου μέρος εἰς τοῦτο περιγράψας ὁ τεχνίτης ἔδειξεν ἐκ τῆς ἀληθείας ὃ ἐβούλετο, περίεργον ἡγησάμενος λίθον ἐν λίθῳ σοφίζεσθαι.