Ancient Greek
Book 5
Heliodorus of Emesa, Aethiopica 5.15
Not analysed yet
τοιοῦτος μὲν ὁ δακτύλιος: ὁ δὲ Ναυσικλῆς ἐκπλαγείς τε ἅμα πρὸς τὸ παράδοξον καὶ πλέον ἡσθεὶς πρὸς τὸ πολύτιμον, οὐσίας ὅλης τὴν λίθον ἰσοστάσιον κρίνων, ἐγὼ μὲν ἔπαιζον, εἶπεν, ὦγαθὲ Καλάσιρι, καὶ λόγος ἄλλως ἦν ἡ τῶν λύτρων αἴτησις, σκοπὸς δὲ ἀπριάτην σοι λύσασθαι τὴν θυγατέρα: ἐπεὶ δὲ οὐκ ἀπόβλητά ἐστιν, ὡς φατέ, θεῶν ἐρικυδέα δῶρα, δέχομαι τὴν θεόπεμπτον ταυτηνὶ λίθον, πειθόμενος παῤ Ἑρμοῦ τοῦ καλλίστου καὶ ἀγαθωτάτου τῶν θεῶν ἥκειν μοι συνήθως καὶ τόδε τὸ εὕρημα, διὰ τοῦ πυρός σοι τῷ ὄντι τὸ δῶρον διακονήσαντος: ὁρᾶν γοῦν πάρεστι τῇ φλογὶ περιλαμπόμενον. καὶ ἄλλως κρίνω κέρδος κάλλιστον, ὃ μὴ ζημιοῦν τὸν παρέχοντα, εὐπορώτερον ἀποφαίνει τὸν λαμβάνοντα. ταῦτα ὡς εἰπὼν ἐποίησεν, ἐπὶ τὴν εὐωχίαν αὐτόν τε καὶ τοὺς ἄλλους ἐπέτρεπεν, ἰδίᾳ μὲν ταῖς γυναιξὶ τὴν ἐνδοτέρῳ τοῦ ἱεροῦ χώραν ἀποκληρώσας, τοὺς δὲ ἄνδρας ἐν τῷ προτεμενίσματι κατακλίνας. ἐπεὶ δὲ εὐφροσύνης τῆς ἐκ τῶν ἐδεσμάτων εἰς κόρον ἦσαν καὶ τοῖς κρατῆρσιν αἱ τράπεζαι παρεχώρουν, οἱ μὲν ἄνδρες ἐμβατήρια τῷ Διονύσῳ καὶ ᾖδον καὶ ἔσπενδον, αἱ δὲ γυναῖκες ὕμνον τῇ Δήμητρι χαριστήριον ἐχόρευον. ἡ Χαρίκλεια δὲ χωρισθεῖσα τὸ αὑτῆς ἔπραττεν: ηὔχετο Θεαγένην σώζεσθαι, κἀκεῖνον ἑαυτῇ φυλάττεσθαι.