Ancient Greek · ~6 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.17
Not analysed yet
ὡς ἐπειδὴ τῆς Φοινίσσης ὁλκάδος ἐπέβησαν, τοὺς Δελφοὺς ἀποδράντες, τὰ μὲν πρῶτα πλεῖν κατὰ γνώμην, εὐκραεῖ τῷ πνεύματι καὶ ἐκ νώτων ὑποφερομένους, ἐπεὶ δὲ κατὰ τὸν Καλυδώνιον πορθμὸν γενέσθαι, διαταραχθῆναι σφᾶς οὐ μικρῶς, ταραχώδει τὰ πολλὰ φύσει θαλάσσῃ προστυχόντας. τοῦ δὲ Κνήμωνος μηδὲ τοῦτο παραλιπεῖν ἀξιοῦντος, ἀλλὰ φράζειν εἴ τινα καταμεμαθήκοι τῆς ἐπιπολαζούσης τῷ τόπῳ τραχύτητος αἰτίαν, τὸ πέλαγος, ἔφη, τὸ Ἰόνιον ἐκ πολλῆς εὐρυχωρίας ἐνταῦθα στενούμενον, καὶ καθάπερ διὰ στομίου τινὸς εἰς τὸν Κρισσαῖον κόλπον εἰσχεόμενον, ἐπιμῖξαί τε πρὸς τὴν Αἰγαίαν θάλασσαν ἐπειγόμενον, ὑπὸ τοῦ Πελοποννησίων Ἰσθμοῦ τῆς πρόσω φορᾶς ἀνακόπτεται, προμηθείᾳ κρειττόνων, ὡς ἔοικεν, ἐπικλύσαι τὴν ἀντίθετον προβολῇ τοῦ αὐχένος ἀποτειχιζόμενον. κἀκ τοῦδε παλιρροίας ὡς τὸ εἰκὸς γινομένης καὶ περὶ τόνδε τὸν πορθμὸν πλέον ἢ κατὰ τὸν ἄλλον κόλπον θλιβομένης, τοῦ ἐπιρρέοντος ἔτι τῷ ἀνατρέχοντι πολλάκις ἐμπίπτοντος, βρασμόν τε ἴσχει τὸ ὕδωρ καὶ κῦμα φλεγμαῖνον ἐγείρει, πρὸς τῆς ἀντιτυπίας εἰς κλύδωνα κορυφούμενον. ἐπὶ τούτοις κρότου γενομένου καὶ ἐπαίνου τῶν παρόντων ἀληθῆ εἶναι μαρτυρούντων τὴν αἰτίαν, ὁ Καλάσιρις εἴχετο τῶν ἑξῆς, ὑπερβαλόντες δή, λέγων, τὸν πορθμὸν καὶ νήσους Ὀξείας ἀποκρύψαντες, τὴν Ζακυνθίων ἄκραν προσκοπεῖν ἀμφεβάλλομεν, ὥσπερ ἀμυδρόν τι νέφος τὰς ὄψεις ἡμῶν ὑποδραμοῦσαν. καὶ ὁ κυβερνήτης τὸ ἱστίον παραστέλλειν ἐπέταττεν. ἡμῶν δὲ πυνθανομένων διὰ τί παραλύει τὸ ῥόθιον τῆς νεὼς οὐριοδρομούσης, ὅτι, ἔφη, πλησιστίῳ χρώμενοι τῷ πνεύματι περὶ πρώτην ἂν φυλακὴν τῇ νήσῳ προσορμίσαιμεν, καὶ δέος προσοκεῖλαι σκοταίους τόποις ὑφάλοις τὰ πολλὰ καὶ κρημνώδεσι. καλὸν οὖν ἐννυκτερεῦσαι τῷ πελάγει καὶ τὸ πνεῦμα ὑφειμένως δέχεσθαι, συμμετρουμένους ὅσον ἂν γένοιτο αὔταρκες ἑῴους ἡμᾶς τῇ γῇ προσπελάσαι.