Ancient Greek · ~13 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.18.1
Not analysed yet
ταῦτα εἶπε μὲν ὁ κυβερνήτης, οὐκ ἐγένετο δὲ ὦ Ναυσίκλεις, ἀλλ̓ ἅμα ἥλιός τε ἀνῖσχε καὶ ἡμεῖς ἄγκυραν καθίεμεν. οἱ δὲ τῆς νήσου περὶ τὸν ὅρμον οἰκοῦντες, ἀπέχοντα οὐ πολὺ τῆς πόλεως, καθάπερ ἐπί τι παράδοξον τὴν θέαν τὴν ἡμετέραν συνέρρεον, ἀγάμενοι μέν, ὡς ἐφαίνετο, καὶ τὸ τῆς ὁλκάδος εὐάγωγον, εἰς κάλλος τε ἅμα καὶ μέγεθος αἰρόμενον ἐκπεπονημένης, Φοινίκειον τὸ φιλοτέχνημα γνωρίζειν λέγοντες, πλέον δὲ θαυμάζοντες ὡς παραλόγῳ τῇ τύχῃ χρησαμένους, εὔδιόν τε καὶ ἀπήμονα πλοῦν ἐν χειμερίῳ τῇ ὥρᾳ καὶ Πληιάδων ἤδη δυομένων ἀνύσαντας. οἱ μὲν οὖν ἄλλοι σχεδόν τι πάντες ἔτι τῶν πρυμνησίων ἀναπτομένων ἀπολιπόντες τὴν ναῦν, ἐπὶ τὸ ἄστυ τὴν Ζάκυνθον ἀγοράσοντες ἀνέτρεχον: ἐγὼ δέ ʽτοῦ κυβερνήτου γὰρ ἀκηκοὼς ἐτύγχανον ὡς χειμαδίῳ χρήσονται τῇ νήσᾠ καταγωγὴν σκεψόμενος αὐτοῦ που περὶ τὴν ἀκτὴν ἠρχόμην, τὴν μὲν ναῦν ὡς ἀπρεπὲς οἰκητήριον διὰ τὴν ναυτικὴν τύρβην, τὴν πόλιν δὲ ὡς οὐκ ἀσφαλὲς διὰ τὴν τῶν νέων φυγὴν παραιτούμενος. ὀλίγον οὖν ὅσον προήκων ὁρῶ πρεσβύτην ἁλιευτικὸν πρόσθεν τῶν θυρῶν τῶν αὑτοῦ καθήμενον καὶ δικτύου διερρωγότος βροχίδας ἀκεόμενον. πλησιάσας δὴ χαῖρε εἶπον, ὦ βέλτιστε, καὶ φράζε ὅποι τις ἂν τύχοι καταγωγῆς. ὃ δέ, περὶ τὴν πλησίον ἄκραν, ἔφη, χοιράδι πέτρᾳ τῆς προτεραίας ἐνσχεθὲν διεσπάρακται. κἀγώ, τοῦτο μέν, ἔφην, οὐδὲν ἐδεόμην μαθεῖν: ὅμως δ̓ οὖν χρηστῶς ἂν ποιοίης καὶ φιλανθρώπως ἢ αὐτὸς ὑποδεχόμενος ἢ ἕτερον ὑφηγούμενος. καὶ ὅς, οὐκ αὐτός, φησίν: οὐ γὰρ συνέπλεον: μὴ γὰρ οὕτω ποτὲ σφαλείη μηδὲ ὑπὸ γήρως πιεσθείη Τυρρηνός: ἀλλ̓ ἔστι πταῖσμα τῶν παιδαρίων, ἀπειρίᾳ τῶν ὑφάλων οὗ μὴ ἐχρῆν τὰ δίκτυα καθορμισάντων. ὀψὲ δὴ οὖν συνεὶς ὡς παχύτερον ἔχει τῆς ἀκοῆς, γεγωνότερον ἐμβοήσας, χαίρειν κελεύω σοι, ἔφην, καὶ φράζειν ἡμῖν ξένοις οὖσι καταγωγήν. ἀλλὰ καὶ αὐτὸς χαίροις, ἀπεκρίνατο, καὶ μένοις, εἰ βούλοιο, παῤ ἡμῖν, εἰ μή τις τυγχάνοις τῶν πολυκλίνους οἴκους ἐπιζητούντων ἢ θεραπείαν εἰς πλῆθος ἐπαγομένων. ἐμοῦ δὲ εἰπόντος ὡς παῖδες εἰσί μοι δύο, καὶ τρίτος ἐγώ, χάριεν, ἔφη, τὸ σύμμετρον: ἑνὶ γὰρ πλείους ἡμᾶς εὑρήσετε. κἀμοὶ γὰρ παῖδες εἰσὶν ἔτι δύο συσσιτοῦντες, οἱ προγενέστεροι δὲ γήμαντες οἴκου ἄρχουσι, καὶ τετάρτη τροφὸς ἡ τῶν παίδων: ἡ γὰρ μήτηρ αὐτοῖς οὐ πρὸ πολλοῦ τέθνηκεν. ὥστε ὦ λῷστε μὴ μέλλε, μηδὲ ἀμφίβαλλε ὡς οὐ χαίροντες ὑποδεξόμεθα ἄνδρα καὶ ἐκ πρώτης ἐντεύξεως εὐγένειαν ἐμφαίνοντα. ἔπραττον οὕτως. καὶ μετ̓ οὐ πολὺ σὺν τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ παρόντα με ἄσμενος ὁ Τυρρηνὸς ὑποδέχεται, καὶ μέρος τὸ ἀλεεινότερον ἀπεκλήρου τῆς οἰκήσεως. καί πως οὐκ ἀηδῶς τὴν χειμέριον ὥραν τὰ πρῶτα διηνύομεν, τὰ μὲν ἄλλα συνδιημερεύοντες, χωριζόμενοι δὲ ὅτε καθεύδειν ἔδει, σὺν τῇ τροφῷ μὲν ἡ Χαρίκλεια, ἐγὼ δὲ ἰδίᾳ καὶ Θεαγένης, ὁ Τυρρηνὸς δὲ σὺν τοῖς αὐτοῦ παισὶ καθ̓ ἕτερον δωμάτιον ἀναπαυόμενοι. ἡ τράπεζα δὲ ἡμῖν κοινὴ προυτίθετο, τὰ μὲν ἄλλα ἡμῶν παρεχόντων, τοῦ Τυρρηνοῦ δὲ ὄψον ἄφθονον ἐκ θαλάττης τοὺς νέους ἑστιῶντος, τὰ μὲν καθ̓ αὑτὸν ἁλιεύοντος, τὰ δὲ καὶ ἡμῶν ἔστιν ὅτε τὴν σχολὴν διατιθεμένων καὶ συνεφαπτομένων τῆς ἄγρας, ἣν ποικίλην τε καὶ πρὸς πᾶσαν ὥραν ἁρμόδιον ἐξήσκητο. καὶ ἦν εὔβολόν τι χρῆμα καὶ πολύθηρον, ὥστε καὶ οἱ πολλοὶ τὴν ἐμπειρίαν αὐτῷ τῆς τέχνης εἰς εὐμένειαν τύχης προσῆπτον. ἀλλ̓ οὐ γὰρ ἦν, φασί, τοὺς δυστυχοῦντας μὴ οὐχὶ πανταχοῦ δυστυχεῖν. οὐδὲ ἐπὶ τῆς ἐρημίας ἀνενόχλητον εἶχεν ἡ Χαρίκλεια τὸ κάλλος: