Ancient Greek · ~6 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.25
Not analysed yet
ἤδη δὲ πλησιαζόντων ἀνέκραγέ τις τῶν συνεμβεβηκότων ἀπὸ τῆς Ζακυνθίων, τοῦτο ἐκεῖνο, ἄνδρες, ἀπολώλαμεν: πειρατικὸς ὁ στόλος: Τραχίνου γνωρίζω τὴν ἄκατον. ἐσείσθη πρὸς τὴν ἀγγελίαν ἡ ὁλκάς, ἔν τε γαλήνῃ κλύδωνος ἐμπέπληστο, θορύβοις ὀλολυγμοῖς διαδρομαῖς καταιγιζομένη, τῶν μὲν εἰς τὰ κοῖλα τῆς νεὼς καταδυομένων, τῶν δὲ πρὸς μάχην ἐπὶ τῶν ἰκρίων ἀλλήλοις παρακελευομένων, τῶν δὲ εἰς τὸ σκάφος τὸ ὑπηρετικὸν ἅλλεσθαι καὶ διαδρᾶναι βουλευομένων, ἕως ἐν τῷ μέλλειν καὶ ἄκοντας αὐτοὺς προλαβὼν ἔστησεν ὁ πόλεμος, τῷ προστυχόντι πρὸς ἄμυναν ὁπλίσας. ἐγὼ δὲ καὶ ἡ Χαρίκλεια τῷ Θεαγένει περιφύντες ὅλον ἐνθουσιῶντα πρὸς τὴν μάχην καὶ ζέοντα μόλις ἐπείχομεν, ἣ μὲν ἵνα μηδὲ παρὰ τὸν θάνατον, ὡς ἔφασκε, χωρίζοιτο, ξίφει δὲ ἑνὶ καὶ πληγῇ μιᾷ τοῦ πάθους ὁμοίου κοινωνήσειεν, ἐγὼ δὲ ὡς Τραχῖνον εἶναι τὸν ἐπιόντα ἔγνων, συνοῖσον πρὸς τὰ μέλλοντά τι προμηθούμενος. ὅπερ δὴ καὶ γενέσθαι συνέβη. πλησιάσαντες γὰρ οἱ λῃσταὶ καὶ ἐγκάρσιοι παρελαύνοντες, ἀποπειρώμενοί τε εἴ πως ἀναιμωτὶ γένοιντο ἐγκρατεῖς τῆς ὁλκάδος, ἔβαλλον μὲν οὐδέπω, τοῖς δὲ εἰς κύκλον περίπλοις οὐδαμοῦ προβαίνειν ἐπέτρεπον, ἐῴκεσάν τε πολιορκοῦσι καὶ τὴν ναῦν ἐξ ὁμολογίας ἑλεῖν ἐσπουδακόσι. καὶ ὦ δυσδαίμονες ἔφασαν, τί δή ποτε μαίνεσθε, καὶ πρὸς οὕτως ἄμαχον καὶ ὑπερφέρουσαν ἰσχὺν ἐναντίας αἰρόμενοι χεῖρας προῦπτον ἀναρριπτεῖτε θάνατον; ἔτι φιλανθρωπευόμεθα ὑμᾶς: ἐπιτρέπομεν εἰς τὸ ἐφόλκιον εἰσβῆναι καὶ σώζειν ἑαυτούς, εἰ βούλεσθε. οἳ μὲν ταῦτα προύτεινον, οἳ δὲ ἐπὶ τῆς ὁλκάδος, ἕως μὲν ἀκίνδυνον μάχην καὶ πόλεμον ἀναίμακτον ἠγωνίζοντο, θρασεῖς τε ἦσαν καὶ οὐκ ἂν ἔφασαν ἐκστῆναι: