Ancient Greek
Book 5
Heliodorus of Emesa, Aethiopica 5.26
Not analysed yet
ἐπεὶ δέ τις τῶν λῃστῶν ὁ τολμηρότατος ἐναλόμενος εἰς τὴν ναῦν, καὶ παίων τῷ ξίφει τοὺς προστυχόντας, φόνῳ καὶ θανάτῳ κρίνεσθαι τὸν πόλεμον ἐδίδαξεν, ἐφήλαντο δὲ καὶ οἱ λοιποὶ πάντες, τότε δὴ μετεμέλοντο οἱ Φοίνικες, καὶ προσπεσόντες ἀπέχεσθαι σφῶν ἱκέτευον ἐφ̓ ᾧ τε τὰ προσταχθησόμενα ποιήσειν. οἳ δέ, καίπερ ἤδη φονῶντες ʽαἵματος γὰρ ὄψις φρονήματος γίνεται στόμωσισ̓, ἐκ προστάγματος τοῦ Τραχίνου παῤ ἐλπίδα πᾶσαν ἐφείδοντο τῶν ὑποπεσόντων. ἐγίνετο δὲ ἄσπονδος ἐκεχειρία καὶ πόλεμος ἔργοις ὁ χαλεπώτατος, εἰρήνης ὀνόματι νόθῳ παραλυόμενος, συνθήκης βαρυτέρας πλέον ἢ τῆς μάχης ὁριζομένης: σὺν ἑνὶ γὰρ χιτωνίσκῳ τῆς ὁλκάδος ἐξίστασθαι προηγορεύετο, καὶ θάνατος τῷ παραβαίνοντι διηπειλεῖτο. ἀλλ̓ ἔστιν, ὡς ἔοικεν, ἀνθρώποις ψυχὴ πάντων προτιμότερον: δἰ ἣν καὶ τότε οἱ Φοίνικες ἐλπίδος πλούτου νεὼς ἀποσυλώμενοι, καθάπερ οὐ στερούμενοι κερδαίνειν δὲ μέλλοντες, ὅστις πρότερος τὸν ἕτερον φθάσας ἐπιβαίη τοῦ σκάφους ἠπείγοντο, θᾶττον ἐν τῷ βεβαίῳ τοῦ περιεῖναι γενέσθαι πᾶς τις ἁμιλλώμενος.