Ancient Greek
Book 5
Heliodorus of Emesa, Aethiopica 5.34
Not analysed yet
καὶ τὰ μὲν ἄλλα τῶν μετὰ ταῦτα οὐκ ἔχω λέγειν, πλὴν ὅτι γε ἐμὲ μὲν ἔλαθεν ἐπανελθών, ἐγκαταμείναντα τῷ λόφῳ καὶ οὐ θαρρήσαντα τῆς νυκτὸς ἐπιμῖξαι χωρίῳ πολεμουμένῳ, τὴν Χαρίκλειαν δὲ οὐδαμῶς. ἀλλ̓ εἶδον ἡμέρας γενομένης τὸν μὲν ἴσα καὶ νεκρῷ προκείμενον, τὴν δὲ προσκαθημένην καὶ θρηνοῦσαν, καὶ βούλεσθαι μὲν ἐπισφάττειν ἑαυτὴν ἐνδεικνυμένην, ὑπὸ δὲ ὀλίγης ἐλπίδος τοῦ τάχ̓ ἂν καὶ περιγενέσθαι τὸν νεανίσκον ἐπεχομένην. οὐδὲ ἔφθην ὁ δυσδαίμων εἰπεῖν τι καὶ μαθεῖν, οὐδὲ ἐπικουφίσαι παραμυθίᾳ τὴν συμφοράν, οὐδὲ τὰ ἐνδεχόμενα ἐπιμεληθῆναι, τὰ ἐκ θαλάττης κακὰ τῶν ἐκ γῆς ἀδιαστάτως διαδεξαμένων: ἄρτι γὰρ ἐμοῦ, καὶ ὅτε ἡμέραν εἶδον, τὸν λόφον κατιόντος λῃστρικὸν Αἰγυπτίων πλῆθος ἐκ τοῦ ὑπερτείνοντος ὄρους, ὡς ἐῴκει, κατέτρεχεν, εἶχέ τε ἤδη τοὺς νέους, καὶ ἀπῆγε μικρὸν ὕστερον, ὅσα φέρειν ἠδύνατο τῆς νεὼς ἐπικομιζόμενον, ἐγὼ δὲ τὴν ἄλλως πόρρωθεν εἱπόμην, ὀδυρόμενος τὰς ἐμαυτοῦ τε κἀκείνων τύχας, οὔτε δὲ ἐπαμύνειν ἔχων οὔτε ἐπιμίγνυσθαι δοκιμάζων, εἰς ἐπικουρίας ἐλπίδα ἐμαυτὸν ταμιευόμενος. οὐ μὴν ἐπήρκεσά γε, πόθεν; ἀπολειφθεὶς μὲν τότε, τοῦ γήρως ἐμποδίσαντος ἐν τοῖς ὀρθίοις μέρεσι συνεκδραμεῖν τοῖς Αἰγυπτίοις, ἐπὶ δὲ τοῦ παρόντος εἰς τὴν ἀνεύρεσιν τέως τῆς θυγατρὸς θεῶν μὲν εὐμενείᾳ σῇ δὲ ὦ Ναυσίκλεις εὐνοίᾳ χρησάμενος, αὐτὸς δὲ οὐδὲν ἐρανισάμενος, θρήνων δὲ μόνων τῶν ἐπ’ αὐτοῖς καὶ ὀδυρμῶν ἀφθονίαν χαριζόμενος. ἐπὶ τούτοις ἐδάκρυε μὲν αὐτός, ἐδάκρυον δὲ οἱ παρόντες, καὶ εἰς θρῆνον ἡδονῇ τινὶ σύγκρατον μετεβέβλητο τὸ συμπόσιον ʽἐπίφορον γάρ τι πρὸς δάκρυον οἶνοσ̓, ἕως ὁ Ναυσικλῆς ἐπιθαρρύνων τὸν Καλάσιριν, ὦ πάτερ, ἔφη, σὺ δὲ εἰς τὸ ἑξῆς γοῦν εὔθυμος εἶναι, τὴν μὲν θυγατέρα ἤδη τήνδε κεκομισμένος, τὸν παῖδα δὲ ἰδεῖν ὑπὸ τῆς νυκτὸς μόνης εἰργόμενος: εἰς ἕω γὰρ ἀφιξόμεθα πρὸς τὸν Μιτράνην, καὶ πάντα τρόπον λύσασθαί σοι τὸν ἄριστον Θεαγένην πειρασόμεθα. βουλοίμην ἄν, εἶπεν ὁ Καλάσιρις. νῦν δέ, ὥρα γὰρ διαλύειν τὸ συμπόσιον, μνήμη τοῦ δαιμονίου γινέσθω, καὶ τὰς λυτηρίους τις σπονδὰς περιαγέτω.