Ancient Greek · ~3 min
Book 5
Heliodorus of Emesa, Aethiopica 5.35
Not analysed yet
ἐκ τούτου περιήγοντο μὲν αἱ σπονδαί, διελύετο δὲ τὸ συμπόσιον. ὁ Καλάσιρις δὲ τὴν Χαρίκλειαν ἐσκοπεῖτο. καὶ ὡς τὴν πάροδον τοῦ πλήθους παρατηρῶν οὐκ ἐφεύρισκεν, ὀψέ τινος γυναίου φράσαντος εἰς τὸ ἄδυτον παρελθὼν καταλαμβάνει τοῖς ἴχνεσι τοῦ ἀγάλματος προσπεφυκυῖαν, καὶ εὐχῆς τε μακρᾷ παρολκῇ καὶ λύπης προσβολῇ πρὸς ὕπνον βαθὺν ὀλισθήσασαν. ἐπιδακρύσας οὖν ὀλίγα, καὶ πρὸς τὰ βελτίονα τρέψαι τὰ κατ̓ αὐτὴν ἱκετεύσας τὸν θεόν, ἡσυχῇ τε ἀφυπνίσας, ἦγεν εἰς τὴν καταγωγήν, ἐρυθριῶσαν, ὡς ἐφαίνετο, διότι λάθοι πρὸς τοῦ ὕπνου κεκρατημένη. καὶ ἣ μὲν εἰς τὴν γυναικωνῖτιν χωρισθεῖσα, σὺν τῷ θυγατρίῳ τε τοῦ Ναυσικλέους κατακλινεῖσα, τὰς παρούσας ἀγρυπνίᾳ διετίθετο φροντίδας: