Ancient Greek · ~9 min
Book 6
Heliodorus of Emesa, Aethiopica 6.1
Not analysed yet
ὁ δὲ Καλάσιρις καὶ ὁ Κνήμων κατά τι τοῦ ἀνδρῶνος ἑαυτοὺς ἀναπαύσαντες, ἐπειδὴ τὸ λειπόμενον τῆς νυκτὸς βράδιον μὲν ἢ ἐβούλοντο θᾶττον δὲ ἢ ᾤοντο διέδραμεν, οἷα δὴ παρά τε τὴν εὐωχίαν καὶ τὸ ἀπρόσκορες μῆκος τῶν διηγημάτων τῆς πλείστης παρῳχηκυίας, οὐδὲ ἀκριβῶς ἡμέραν ἀναμείναντες ὡς τὸν Ναυσικλέα παραγίνονται, καὶ φράζειν ὅπου τὸν Θεαγένην διάγειν οἴοιτο, καὶ ἄγειν ὡς ὅτι τάχιστα παρεκάλουν. ὃ δὲ ἐπείθετο καὶ ἀναλαβὼν ἦγεν. ἡ Χαρίκλεια δὲ πολλὰ συνέπεσθαι ἱκετεύουσα μένειν κατὰ χώραν ἐβιάσθη, ὡς οὔτε πόρρω που ἀφίξονται καὶ ὡς αὐτίκα σὺν τῷ Θεαγένει ἥξουσι διεγγυωμένου τοῦ Ναυσικλέους. καὶ τὴν μὲν αὐτοῦ καταλείπουσι, λύπης τε ἐπὶ τῷ χωρισμῷ καὶ χαρᾶς ἐπὶ τοῖς ἐλπιζομένοις ἐν μεταιχμίῳ σαλεύουσαν: αὐτοὶ δὲ ἄρτι τῆς κώμης ἐκτὸς γεγονότες, καὶ τὰς ὄχθας τοῦ Νείλου παραμείβοντες, κροκόδειλον ὁρῶσιν ἀπὸ τῶν δεξιῶν ἐπὶ θάτερα διερπύζοντα καὶ τῷ ῥείθρῳ τοῦ ποταμοῦ σὺν ὀξείᾳ τῇ ῥύμῃ καταδυόμενον. οἱ μὲν δὴ ἄλλοι συνήθως τε καὶ ἀθορύβως τὸ ὀφθὲν ἦγον, πλὴν ὅσον ὁ Καλάσιρις κώλυμά τι τῶν καθ̓ ὁδὸν ἐπισημαίνεσθαι προύλεγεν: ὁ δὲ Κνήμων καὶ σφόδρα ἐπτοεῖτο πρὸς τὴν ὄψιν, οὐδὲ ἀκριβῶς αὐτῷ τοῦ ζώου φανέντος, ἀλλὰ σκιᾶς αὐτὸν πλέον χθαμαλῆς ὑποδραμούσης, καὶ ὀλίγου ἔδει καὶ ὑποφεύγειν. ὁ δὴ Καλάσιρις ὅσον πλεῖστον τοῦ Ναυσικλέους ἐκγελῶντος, ὦ Κνήμων, ἔφη, ἐγὼ μὲν ᾤμην νύκτωρ σοι μόνον τὴν δειλίαν ἐνοχλεῖν, καὶ πρὸς τοῦ σκότους σοι τὸ ψοφοδεὲς ἐπιγίνεσθαι: σὺ δὲ ἄρα καὶ μεθ̓ ἡμέραν ἦσθα λίαν, ὡς ἔοικε, τολμηρός: καὶ οὐκ ὀνόματά σοι μόνον ἀκουόμενα, ἤδη δὲ καὶ θεάματα τῶν ἐν ποσὶ καὶ ἀδεᾶ τάραχον ἐμβάλλει. καὶ τίνος θεῶν, ἔφη ὁ Ναυσικλῆς, ἢ τίνος δαιμόνων ἀκούων τὴν ἐπωνυμίαν ὁ χρηστὸς ἡμῖν οὗτος οὐκ ἀνέχεται; εἰ μὲν καὶ θεῶν, ἀπεκρίνατο, ἢ δαιμόνων, οὐκ ἔχω λέγειν: ἀνθρώπου δέ, καὶ ὃ πλέον ἐστὶ θαυμαστόν, οὐδὲ ἀνδρός τινος ἢ τῶν ἐπ’ ἀνδρείᾳ βεβοημένων, ἀλλὰ γυναικός, καὶ ταύτης νεκρᾶς, ὡς αὐτός φησιν, εἴ τις λέγει τοὔνομα, πέφρικε. τῆς γοῦν νυκτὸς καθ̓ ἣν ἀπὸ τῶν βουκόλων ἐπέστης ἀνασώζων ἡμῖν ὦγαθὲ τὴν Χαρίκλειαν, οὐκ οἶδ̓ ὅπως ἢ ὅθεν, οὗ λέγω, τούτου παρακηκοὼς τοῦ ὀνόματος, οὐδὲ ὅσον πρὸς βραχὺ γοῦν ὕπνου μοι μεταλαβεῖν ἐνδέδωκε, συνεχὲς ὑπὸ τοῦ δέους ἐκθνήσκων, καὶ ἐμοῦ πράγματα ἔχοντος ὥστε ἀναλαμβάνειν. καὶ εἰ μὴ λυπεῖν αὐτὸν ἢ πτοεῖν ἔμελλον, εἶπον ἂν καὶ νῦν τοὔνομα ὦ Ναυσίκλεις, ὡς ἂν πλέον γελῴης. καὶ ἅμα ἐπῆγε τὴν Θίσβην.