Ancient Greek · ~10 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.10
Not analysed yet
ἣ μὲν ταῦτα καὶ ὅμοια ἕτερα κατεπῇδε, πολλὰ τοῖς ποσὶ τῆς Ἀρσάκης προσκνυζομένη, καὶ παντοίαις κολακείαις ἐξειπεῖν τὸ πάθος ἐπαγομένη: ἣ δὲ μικρὸν ἐφησυχάσασα, βέβλημαι, εἶπεν, ὦ μητέριον, ὡς οὔπω πρότερον: καὶ πολλὰ δὴ πρὸς σοῦ καὶ πολλάκις εὖ παθοῦσα ἐν ὁμοίαις ταῖς χρείαις, οὐκ οἶδα εἰ καὶ νῦν ἕξω κατορθοῦσαν. ὁ γάρ τοι πόλεμος ὁ πρὸ τῶν τειχῶν τήμερον ὀλίγου μὲν συγκροτηθεὶς ἀθρόον δὲ κατασταλεὶς τοῖς μὲν ἄλλοις ἀναίμακτος ἀπεφάνθη καὶ εἰς εἰρήνην κατέστρεψεν, ἐμοὶ δὲ ἀρχή τις ἀληθεστέρου πολέμου καὶ τραῦμα οὐ μέρους μόνον ἢ μέλους ἀλλὰ καὶ ψυχῆς αὐτῆς γέγονε, τὸν ξένον ἐκεῖνον νεανίαν, τὸν τῷ Θυάμιδι κατὰ τὴν μονομαχίαν παραθέοντα, οὐκ εὐτυχῶς ἐπιδείξας. οἶσθά που πάντως ὦ μῆτερ ὃν λέγω: οὐδὲ γὰρ μικρῷ τῷ μέσῳ τοὺς ἄλλους τῷ κάλλει κατήστραπτεν, οὐδ̓ ὥστε καὶ ἄγροικόν τινα λαθεῖν καὶ τῶν καλῶν ἀνέραστον, μή τοί γε δὴ δὲ καὶ τὴν σὴν πολυπειρίαν. ὥστε, ὦ φιλτάτη, τὸ μὲν βέλος τοὐμὸν ἔγνωκας, ὥρα δέ σοι κινεῖν πᾶσαν μηχανήν, πᾶσαν πρεσβυτικὴν ἴυγγα καὶ αἱμυλίαν, εἴπερ δὴ βούλει σοι περιεῖναι τὴν τροφίμην: ὡς οὐκ ἔστιν ὅπως βιώσομαι μὴ πάντως ἐκείνου τυγχάνουσα. γινώσκω, ἔφη, τὸν νεανίαν, ἡ γραῦς. εὐρύς τις ἦν τὰ στέρνα καὶ τοὺς ὤμους, καὶ τὸν αὐχένα ὄρθιον καὶ ἐλεύθερον ὑπὲρ τοὺς ἄλλους αἴρων, καὶ εἰς κορυφὴν τοὺς ἅπαντας ὑπερέχων, γλαυκιῶν τὸ βλέμμα, καὶ ἐπέραστον ἅμα καὶ γοργὸν προσβλέπων, ὁ καταβόστρυχός που πάντως ἐκεῖνος, τὴν παρειὰν ἄρτι ξανθῷ τῷ ἰούλῳ περιστέφων: ᾧ γύναιόν τι ξενικόν, οὐκ ἄωρον μὲν ἄλλως δὲ ἰταμόν, ὡς ἐδόκει, προσδραμὸν αἰφνίδιον περιέφυ καὶ περιπλακὲν ἐξήρτητο. ἢ οὐ τοῦτον λέγεις ὦ δέσποινα; τοῦτον, ἔφη, μαμμίδιον: εὖ γάρ με καὶ τὸ παράσημον ὑπέμνησας, τὴν ἀλιτήριον ἐκείνην καὶ τῶν ἀπ̓ οἰκήματος, ἐπὶ μικρῷ καὶ τῶν πολλῶν καὶ ἐπιτετηδευμένῳ κάλλει μέγα μὲν φανταζομένην, πλὴν ἀλλ̓ ἐμοῦ γε δὴ εὐτυχοῦσαν πλέον, εἰ τοιοῦτον κεκλήρωται τὸν ἐρώμενον. βραχὺ δὴ πρὸς ταῦτα καὶ σεσηρὸς ὑπομειδιάσασα ἡ πρεσβῦτις, θάρσει, ἔφη, ὦ δέσποινα. εἰς τὴν τήμερον ἐκείνη καλὴ τῷ ξένῳ νενόμισται: εἰ δὲ σοὶ καὶ τῷ σῷ κάλλει προστυχεῖν αὐτὸν ἀνύσαιμι, χρυσᾶ φασὶ χαλκείων ἀλλάξεται, ὡς ἑταιρίδιον τὸ ἐθελάστειον ἐκεῖνο καὶ μάτην θρυπτόμενον παραγκωνισάμενος. εἰ γὰρ οὕτω ποιήσεις, Κυβέλιον φίλτατον, δυοῖν δἰ ἑνός μοι γενήσῃ νόσων ἰατρός, ἔρωτός τε καὶ ζηλοτυπίας, τὸν μὲν ἐμπλήσασα, τῆς δὲ ἀπαλλάξασα. καὶ ἥ, γενήσεται, εἶπεν, τό γε ἐπ’ ἐμοί. σὺ δέ μοι σαυτὴν ἀναλαμβάνειν καὶ τὸ παρὸν ἡσυχάζειν, μηδὲ δυσθυμοῦσα προαποκάμνειν, ἀλλ̓ εὔελπις εἶναι.