Ancient Greek
Book 7
Heliodorus of Emesa, Aethiopica 7.9
Not analysed yet
ἐκβοησάντων δὲ πρὸς ταῦτα τοῦ δήμου, καὶ συγκατατίθεσθαι διὰ τῶν ἐπαίνων παραδηλούντων, αὐτὸς μὲν τοῦ νεὼ μέρος τι καταλαβών, ὃ δὴ τοῖς προφητεύουσιν ἀποκεκλήρωτο, τούς τε παῖδας ἔχων ἅμα καὶ τοὺς περὶ τὸν Θεαγένην ἐγκατέμεινεν: οἱ λοιποὶ δὲ εἰς οἴκησιν ἕκαστος τὴν ἑαυτοῦ ἀπεχώρουν. ἀπεχώρει δὲ καὶ ἡ Ἀρσάκη, μόλις μὲν καὶ πολλάκις ἀναστρέφουσα καὶ πλείονι θεραπείᾳ δῆθεν τῇ περὶ τὴν θεὸν ἐναλύουσα: πλὴν ἀλλ̓ ἀπεχώρει γε ὀψέ ποτε, καὶ θαμὰ πρὸς τὸν Θεαγένην, ἕως ἐξῆν, ἐπιστρέφουσα. ἐπεὶ δ̓ οὖν εἰς τὴν βασίλειον αὐλὴν ἦλθε, διαμπὰξ ἐπὶ τὸν θάλαμον ἵεται, καὶ καταβαλοῦσα ἑαυτὴν ἐπὶ τῆς κλίνης, ὡς εἶχε σχήματος, ἔκειτο ἄναυδος, γύναιον καὶ ἄλλως πρὸς ἄσεμνον ἡδονὴν ἐπίφορον, τότε δὲ πλέον ὑπὸ θέας ἀμάχου τῆς Θεαγένους, καὶ τὰς πώποτε εἰς πεῖραν ἐλθούσας ὄψεις ὑπερπαιούσης, ἀνακαιόμενον. παννύχιος γοῦν ἔκειτο, πυκνὰ μὲν πρὸς ἑκατέραν πλευρὰν τὸ σῶμα στρέφουσα, πυκνὰ δὲ καὶ βύθιον ἐπιστένουσα, νῦν μὲν ὀρθουμένη νῦν δὲ ὀκλάζουσα ἐπὶ τῆς στρωμνῆς, καὶ τῆς ἐσθῆτος ἑαυτὴν κατὰ μέρος ἀπογυμνοῦσα, καὶ αὖθις ἀθρόον ἐπὶ τὴν εὐνὴν καταφέρουσα. καί ποτε καὶ παιδίσκην ἀπροφασίστως προσκαλέσασα, αὖθις ἀπέπεμπεν οὐδὲν ἐπιστείλασα. καὶ ἁπλῶς εἰς μανίαν ἐλάνθανε λοιπὸν ὁ ἔρως ὑποφερόμενος, ἕως δή τις πρεσβῦτις, ὄνομα Κυβέλη, τῶν θαλαμηπόλων καὶ συνήθως τὰ ἐρωτικὰ τῇ Ἀρσάκῃ διακονουμένων, εἰσδραμοῦσα εἰς τὸν θάλαμον ʽἔλαθε γὰρ αὐτὴν οὐδ̓ ὁτιοῦν τῶν γινομένων, ἅτε λύχνου φαίνοντος καὶ οἷον συνεξάπτοντος τῇ Ἀρσάκῃ τὸν ἔρωτἀ τί ταῦτα, ἔλεγεν, ὦ δέσποινα; τί σε νέον ἢ καινὸν ἀλγύνει πάθος; τίς πάλιν ὀφθεὶς τὴν ἐμὴν διαταράττει τροφίμην; τίς οὕτως ἀλαζὼν καὶ ἔκφρων ὡς τοῦ κατὰ δὲ τοσούτου κάλλους μὴ ἡττῆσθαι, μηδὲ εὐδαιμονίαν ἡγεῖσθαι τὴν δὴν ἐράσμιον ὁμιλίαν, ἀλλὰ νεῦμα τὸ σὸν καὶ βουλὴν ὑπερφρονεῖν; ἔξειπε μόνον, ὦ γλυκύτατον ἐμοὶ παιδίον: οὐδεὶς οὕτως ἀδαμάντινος ὡς μὴ τοῖς ἡμετέροις ἁλῶναι θελγήτροις. ἔξειπε, καὶ οὐκ ἂν φθάνοις ἀνύουσα τὰ κατὰ γνώμην. ἔργοις δέ, οἶμαι, πολλάκις τὴν πεῖραν εἴληφας.