Ancient Greek · ~4 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.22
Not analysed yet
καὶ τούτων ἐν ταύτῃ τῇ σκέψει διαγόντων, ἡ Κυβέλη πάλιν ἀναπτερώσασα τὴν Ἀρσάκην, καὶ ὡς τὰ δεξιώτερα χρὴ προσδοκᾶν εἰποῦσα, ἐνδεδεῖχθαι γάρ τι τὸν Θεαγένην τοιοῦτον, ἐπανῆλθεν εἰς τὸ αὑτῆς δωμάτιον. κἀκείνην διαλιποῦσα τὴν ἑσπέραν, καὶ πολλὰ διὰ τῆς νυκτὸς ὁμόκοιτον οὖσαν ἐξ ἀρχῆς τὴν Χαρίκλειαν παρακαλέσασα συμπράττειν, εἰς ἕω πάλιν ἠρώτα τὸν Θεαγένην, τίνα εἴη τὰ δεδογμένα. ἀπειπόντος δὴ λαμπρῶς καὶ παντοίως τὸ προσδοκᾶν ἀποφήσαντος, σύννους ἐπὶ τὴν Ἀρσάκην ἀπέδραμεν ἡ Κυβέλη. καὶ ὡς τὸ ἀπηνὲς τὸ παρὰ Θεαγένους ἐξήγγειλε, τὴν γραῦν ἐπὶ κεφαλὴν ἐξωσθῆναι προστάξασα, εἰσδραμοῦσά τε εἰς τὸν θάλαμον, ἔκειτο ἐπὶ τῆς εὐνῆς ἑαυτὴν σπαράττουσα. καὶ ἄρτι τῆς γυναικωνίτιδος ἐκτὸς γεγονυῖαν τὴν Κυβέλην ἰδὼν ὁ υἱὸς Ἀχαιμένης κατηφῆ τε καὶ δεδακρυμένην, μή τι ἄτοπον, μή τι πονηρὸν ὦ μῆτερ προσπέπτωκεν; ἠρώτα: μή τις ἀγγελία τὴν δέσποιναν ἠνίακε; μή τι δυστύχημα ἀπὸ στρατοπέδου προσήγγελται; μή τι καταπονοῦσι κατὰ τὸν ἐνεστῶτα πόλεμον Αἰθίοπες δεσπότην Ὀροονδάτην; καὶ πολλὰ τοιαῦτα εἴρων ἠρώτα. ἣ δὲ ἀδολεσχεῖς εἰποῦσα ἀπέτρεχεν. ὃ δὲ οὐδέν τι μᾶλλον ἀνίει, ἀλλὰ παρακολουθῶν καὶ τῶν χειρῶν λαβόμενος καὶ κατασπαζόμενος ἐξαγορεύειν πρὸς παῖδα τὸν ἴδιον τὰ λυποῦντα ἱκέτευε.