Ancient Greek
Book 7
Heliodorus of Emesa, Aethiopica 7.23
Not analysed yet
λαβοῦσα δὴ αὐτό, καὶ εἴς τι μέρος τοῦ παραδείσου χωρισθεῖσα, ἄλλῳ μὲν οὐκ ἄν, ἔφη, ἐξεῖπον τὰ ἐμαυτῆς τε καὶ δεσποίνης κακά: ἐπεὶ δὲ ἐκείνη τε ἐν τῷ παντὶ σαλεύει κἀγὼ τὸν περὶ τοῦ ζῆν προσδοκῶ κίνδυνον ʽοἶδα γὰρ ὡς ἡ Ἀρσάκης ἀνία καὶ μανία εἰς ἐμὲ ἀποσκήψεἰ, λέγειν ἀναγκάζομαι, μὴ δή τινα καὶ ἐπικουρίαν τῇ γεννησάσῃ καὶ εἰς φῶς παραγαγούσῃ καὶ τουτοισὶ ἐκθρεψαμένῃ σε τοῖς μαζοῖς ἐπινοήσειας. ἐρᾷ τοῦ νέου τοῦ παῤ ἡμῖν ἡ δέσποινα, καὶ ἐρᾷ οὐ φορητόν τινα οὐδὲ νενομισμένον ἀλλ̓ ἀνίατον ἔρωτα, καὶ ὃν εἰς δεῦρο κατορθώσειν ἐγώ τε κἀκείνη μάτην ἠπατώμεθα. καὶ αὗται ἦσαν αἱ πολλαὶ φιλοφροσύναι καὶ ποικίλαι δεξιώσεις αἱ περὶ τοὺς ξένους. ἐπεὶ δὲ εὐήθης τις καὶ θρασὺς καὶ ἀπηνὴς ὢν ὁ νεανίας ἀπεῖπε τὰ πρὸς ἡμᾶς, οὐδὲ ἐκείνην οἶδα βιωσομένην, καὶ ἐμαυτὴν ἀναιρησομένην ὡς χλευάσασαν ταῖς ἐπαγγελίαις καὶ διαψευσαμένην. ταῦτα ἐστὶν ὦ παῖ. καὶ εἰ μὲν ἔχεις τι βοηθεῖν, σύμπραττε, εἰ δὲ μή, τελευτήσασαν τὴν μητέρα κήδευε. καὶ ὅς, μισθὸς δέ μοι τίς ἔσται, ἔφη, ὦ μῆτερ; οὐ γάρ μοι καιρὸς θρύπτεσθαι πρὸς σέ, οὐδὲ ἐκ περιόδων οὐδὲ κυκλούμενον τοῖς λόγοις τὴν βοήθειαν ἐπαγγέλλεσθαι πρὸς οὕτως ἀγωνιῶσαν καὶ ἐγγὺς λιποψυχοῦσαν. πᾶν ὅ τι βούλει, ἔφη, προσδόκα, ἡ Κυβέλη. ἀρχιοινοχόον μὲν γάρ σε καὶ νῦν εἰς ἐμὴν τιμὴν πεποίηται: εἰ δέ τι μεῖζον ἀξίωμα περινοεῖς, ἀπάγγελλε. πλούτου γὰρ οὐδὲ ἀριθμὸς ἔσται ὅσον ἂν κομίσαιο, σωτὴρ τῆς ἀθλίας γενόμενος. πάλαι ταῦτα, ἔφη, δἰ ὑποψίας ἔχων ὦ μῆτερ ἐγὼ καὶ συνεὶς ἐσιώπων, τὸ μέλλον ἀπεκδεχόμενος. ἀλλ̓ οὔτε ἀξιώματος οὔτε πλούτου μεταποιοῦμαι: τὴν δὲ κόρην τὴν ἀδελφὴν λεγομένην τοῦ Θεαγένους εἴ μοι πρὸς γάμον ἐκδοίη, πάντα αὐτῇ τὰ κατὰ γνώμην πεπράξεται. ἐρῶ δὲ ὦ μῆτερ τῆς κόρης οὐχὶ μετρίως, ὥστε ἐκ τῶν ἰδίων γινώσκουσα τὸ πάθος ἡ δέσποινα, καὶ ὅσον τι καὶ οἷόν ἐστι, δικαίως ἂν καὶ αὐτὴ συμπράττοι τῷ ταῦτα νοσοῦντι καὶ ἄλλως τοσοῦτον κατόρθωμα ἐπαγγελλομένῳ. μηδὲν ἀμφίβαλλε, εἶπεν ἡ Κυβέλη: ἥ τε γὰρ δέσποινα δώσει τὴν χάριν ἀνενδοιάστως εὐεργέτῃ σοι καὶ σωτῆρι γεγενημένῳ, καὶ ἄλλως τάχ̓ ἂν καὶ καθ̓ ἑαυτοὺς πείσαιμεν τὴν κόρην. ἀλλὰ τίς ὁ τρόπος, εἰπέ, τῆς βοηθείας; οὐκ ἂν εἴποιμι, ἔφη, πρὶν ὅρκοις ἐμπεδωθῆναί μοι τὴν ἐπαγγελίαν παρὰ τῆς δεσποίνης. σὺ δὲ μηδὲ ἀποπειραθῇς τὴν ἀρχὴν τῆς κόρης. ὁρῶ γάρ πως κἀκείνην ἄνω τε καὶ μέγα φρονοῦσαν: μὴ καὶ λάθῃς τὸ πρᾶγμα διαστρέφουσα. πάντα γενήσεται εἰποῦσα εἰσέδραμεν εἰς τὸν θάλαμον ὡς τὴν Ἀρσάκην, καὶ προσπεσοῦσα τοῖς γόνασιν, εὔθυμος ἔσο, ἔφη: πάντα σοι θεῶν βουλήσει κατορθοῦται. τὸν παῖδα μόνον τὸν ἐμὸν Ἀχαιμένην εἰσκληθῆναι πρόσταξον. εἰσκεκλήσθω, εἶπεν ἡ Ἀρσάκη, εἰ μή τι με πάλιν ἀπατᾶν μέλλοις.