Ancient Greek · ~8 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.24
Not analysed yet
εἰσῆλθεν ὁ Ἀχαιμένης, καὶ πάντα διελθούσης τῆς πρεσβύτιδος ἐπώμοσεν ἡ Ἀρσάκη πράξειν τὸν γάμον τῆς ἀδελφῆς Θεαγένους. ὁ δὴ Ἀχαιμένης, δέσποινα, ἔφη, πεπαύσθω λοιπὸν Θεαγένης δοῦλος ὢν καὶ θρυπτόμενος κατὰ δεσποίνης ἰδίας. καί πῶς τοῦτο λέγεις ἐρωτώσης ἅπαντα ἐξηγόρευεν, ὡς πολέμου νόμῳ ληφθείη καὶ γένοιτο αἰχμάλωτος ὁ Θεαγένης, ὡς Μιτράνης ἐκπέμψειεν αὐτὸν πρὸς Ὀροονδάτην ἀναπεμφθησόμενον βασιλεῖ τῷ μεγάλῳ, ὡς αὐτὸς ἵνα ἄγοι παραλαβὼν ἀπολέσειεν, ἔφοδον Βησσαέων καὶ Θυάμιδος κατατολμησάντων, ὡς μόλις αὐτὸς διαδράσειε. καὶ ἐπὶ πᾶσι τὸ γράμμα τὸ Μιτράνου πρὸς Ὀροονδάτην προηυτρεπισμένος ἐπεδείκνυε τῇ Ἀρσάκῃ, καὶ εἰ προσδέοιτο καὶ ἑτέρων ἀποδείξεων, ἕξειν μαρτυροῦντα καὶ τὸν Θύαμιν. ἀνέπνει πρὸς, ταῦτα ἡ Ἀρσάκη. καὶ οὐδὲ ὅσον μελλήσασα πρόεισί τε τοῦ θαλάμου, καὶ εἰς τὸν οἶκον οὗ προκαθημένη χρηματίζειν εἰώθει παρελθοῦσα ἄγεσθαι τὸν Θεαγένην ἐκέλευσεν. ἐπεὶ δὲ ἤχθη, ἐπηρώτα εἰ γνωρίζει τὸν Ἀχαιμένην, ἑστῶτα πλησίον ἐπιδεικνῦσα. τοῦ δὲ φήσαντος, οὐκοῦν ὅτι καὶ αἰχμάλωτον ἦγέ σε παραλαβών, αὖθις ἠρώτα. συμφήσαντος καὶ τοῦτο τοῦ Θεαγένους, δοῦλος τοίνυν ἡμέτερος ὢν ἴσθι. καὶ σὺ μὲν πράξεις τὰ οἰκετῶν, τοῖς ἡμετέροις νεύμασι καὶ ἄκων ἑπόμενος: ἀδελφὴν δὲ τὴν σὴν Ἀχαιμένει τῷδε πρὸς γάμον κατεγγυῶ, τὰ πρῶτα φερομένῳ παῤ ἡμῖν τῆς τε μητρὸς ἕνεκεν καὶ τῆς ἄλλης αὐτοῦ περὶ ἡμᾶς εὐνοίας, ὑπερθεμένη τοσοῦτον ὅσον ἡμέραν προορίσαι καὶ τὰ πρὸς τὴν εὐωχίαν λαμπρότερον εὐτρεπισθῆναι. ὁ δὲ Θεαγένης ἐβέβλητο μὲν ὡς ὑπὸ τρώσεως τῶν λόγων, ἔγνω δ̓ οὖν μὴ ὁμόσε χωρεῖν, ἀλλὰ καθάπερ θηρίου τὴν ὁρμὴν ἐκκλῖναι. καὶ ὦ δέσποινα ἔλεγε, θεοῖς χάρις ὅτι εὐγενείας τὰ πρῶτα ὄντες ταῦτα γοῦν ὡς ἐν δυστυχήμασιν εὐπραγοῦμεν, τὸ μὴ ἄλλοις, σοὶ δὲ δουλεύειν, ἣ καὶ ἀλλοτρίους εἶναι δοκοῦντας καὶ ξένους οὕτως ἡμέρως τε καὶ φιλοφρόνως ἑώρας. ἀδελφῆς δὲ τῆς ἐμῆς ἕνεκεν, αἰχμαλώτου μὲν οὐκ οὔσης οὐδὲ διὰ τοῦτο δούλης, αἱρουμένης δὲ σὲ θεραπεύειν καὶ κεκλῆσθαι τὸ σοὶ καθ̓ ἡδονὴν βουλευσαμένης, πρᾶττε τοῦθ̓ ὅπερ ἂν ἔχειν ὀρθῶς δοκιμάζῃς. ἡ δὲ Ἀρσάκη, κατατετάχθω, ἔφη, ἐν τοῖς τραπεζοκόμοις, καὶ οἰνοχοεῖν πρὸς Ἀχαιμένους ἐκδιδασκέσθω, πρὸς τὴν βασιλικὴν διακονίαν πόρρωθεν προεθιζόμενος.