Ancient Greek · ~14 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.26.1
Not analysed yet
τοῦτ̓ ἐκεῖνο νομίσασα εἶναι ἡ πρεσβῦτις, καὶ ὑποπεπτωκέναι τὸν Θεαγένην, ἀπήγγειλέ τε πρὸς τὴν Ἀρσάκην, καὶ μετὰ δεῖπνον ἄγειν τὸν νεανίαν ἀκούσασα οὕτως ἔπραττε. καὶ ἡσυχίαν παρασχεῖν τῇ δεσποίνῃ τοὺς παρεδρεύοντας κελεύσασα, καὶ μὴ παρενοχλεῖν τοῖς περὶ τὸν θάλαμον, παρεισῆγε τὸν Θεαγένην, τῶν μὲν ἄλλων οἷα δὴ νυκτὸς ὑπὸ σκότους κατεχομένων καὶ λαθεῖν παρεχόντων, μόνον δὲ τὸν θάλαμον λύχνου καταυγάζοντος. καὶ εἰσάγουσα ὑπέστελλεν ἑαυτήν. ἀλλ̓ ὁ Θεαγένης ἐπεῖχε, παρέστω καὶ ἡ Κυβέλη τὸ παρὸν ὦ δέσποινα, εἰπών: οἶδα ὡς τὸ πιστὸν ἔχει φυλακῆς τῶν ἀπορρήτων. καὶ ἅμα τῶν χειρῶν τῆς Ἀρσάκης λαβόμενος, ὦ δέσποινα, ἔλεγεν, οὔτε πρότερον ἀπαυθαδιαζόμενος πρὸς τὸ βούλημα τὸ σὸν ὑπερεθέμην τὸ κελευόμενον, ἀλλ̓ ὅπως ἂν ἀσφαλῶς γένοιτο πρυτανευόμενος: νῦν τε, ἐπειδή με καὶ δοῦλον τάχα καλῶς ποιοῦσα ἡ τύχη σὸν ἀπέφηνε, πολὺ πλέον εἰς πάντα ἕτοιμος εἴκειν. ἕν μοι μόνον παρασχέσθαι νεῦσον, καί τοι πολλὰ καὶ μεγάλα ὑποσχομένη. ἄπειπε τὸν γάμον Ἀχαιμένει τὸν Χαρικλείας: τῶν γὰρ ἄλλων σιωπωμένων, τὴν εὐγενείᾳ τῇ μεγίστῃ κομῶσαν οἰκότριβι συνοικεῖν ἀθέμιτον. ἢ ἐπόμνυμί σοι θεῶν τὸν κάλλιστον ἥλιον καὶ θεοὺς τοὺς ἄλλους ὡς οὔτε ὑπείξω τῷ σῷ βουλήματι, καὶ εἰ γένοιτό τι πρὸς βίαν εἰς τὴν Χαρίκλειαν, ἐπόψει με πρότερον ἐμαυτὸν διαχρησάμενον. καὶ ἡ Ἀρσάκη, μὴ ἀπίστει, ἔφη, βούλεσθαί με πάντα σοι χαρίζεσθαι, ἥτις καὶ ἐμαυτὴν ἕτοιμος ἐκδιδόναι. ἀλλὰ προληφθεῖσα ἐπώμοσα ἐκδώσειν Ἀχαιμένει τὴν σὴν ἀδελφήν. εὖ ἂν ἔχοι, ἔφη, ὦ δέσποινα. τὴν ἀδελφὴν τοίνυν ἥτις ἐστίν, ἐκδίδου. μνηστὴν δὲ τὴν ἐμὴν καὶ νύμφην, καὶ τί γὰρ ἄλλο ἢ γαμετήν, οὔτε θελήσεις, εὖ οἶδα, οὔτε θέλουσα ἐκδώσεις. πῶς, ἔφη, λέγεις; ὃ δέ, τὰ ὄντα, ἀπεκρίνατο: οὐ γὰρ ἀδελφὴν ἔχω τὴν Χαρίκλειαν, ἀλλὰ νύμφην, ὥσπερ ἔλεγον. ὡς λελύσθαι μέν σοι τὸν ὅρκον, ἐξεῖναι δέ, εἰ βούλοιο, καὶ ἄλλην ἔχειν ἀπόδειξιν, τοὺς γάμους, ὅταν κρίνῃς, ἐμοῦ τε κἀκείνης εὐωχοῦσα. ὑπεκνίσθη μέν, νύμφην, οὐκ ἀδελφὴν εἶναι τὴν Χαρίκλειαν οὐκ ἄνευ ζηλοτυπίας ἀκούσασα: πλὴν ἀλλ̓ ἔσται οὕτως, εἶπεν ἡ Ἀρσάκη: καὶ Ἀχαιμένην ἡμεῖς ἑτέρῳ γάμῳ παραμυθησόμεθα. ἔσται καὶ παῤ ἐμοῦ, φησί, πρὸς σέ, ὁ Θεαγένης, τούτων διακριθέντων. καὶ ἅμα προσῄει ὡς τὰς χεῖρας φιλήσων. ἣ δὲ προσκύψασα καὶ τὸ στόμα ἀντὶ τῶν χειρῶν προβαλοῦσα ἐφίλησε. καὶ ἐξῆλθεν ὁ Θεαγένης φιληθείς, οὐ μὴν αὐτός γε φιλήσας. καὶ τῇ Χαρικλείᾳ καιροῦ λαβόμενος ἅπαντα ἐξεῖπεν, οὐκ ἄνευ ζηλοτυπίας οὐδὲ ἐκείνης ἔνια μανθανούσης, καὶ τῶν ἀτόπων τῆς ἐπαγγελίας τὸν σκοπὸν προσέθηκεν, καὶ ὡς πολλὰ δἰ ἑνὸς ἀνύοιτο. Ἀχαιμένει γὰρ διασεσόβηται ὁ γάμος, καὶ τῇ κατ̓ Ἀρσάκην ἐπιθυμίᾳ πρόφασις τὸ παρὸν ὑπερθέσεως ἐπινενόηται. καὶ τὸ δὴ κεφάλαιον, ὡς εἰκός, τὸν Ἀχαιμένην ἅπαντα ταραχῆς ἐμπλήσειν, ἀνιώμενον μὲν ἐφ̓ οἷς ἀποτυγχάνει προσδοκήσας, ἀγανακτοῦντα δὲ ἐφ̓ οἷς ἠλάττωται παρὰ τῇ Ἀρσάκῃ διὰ τὴν εἰς ἐμὲ χάριν. οὐ γὰρ δὴ λήσεται αὐτὸν οὐδέν, τῆς μητρὸς ἐξαγορευούσης, ἣν ἐπίτηδες παρεῖναι τοῖς λεγομένοις προυνόησα, μηνυθῆναί τε ταῦτα τῷ Ἀχαιμένει βουλόμενος καὶ μάρτυρα τῆς ἄχρι λόγων πρὸς τὴν Ἀρσάκην ὁμιλίας ποιούμενος. ἀρκεῖ μὲν γὰρ ἴσως καὶ τὸ μηδὲν ἑαυτῷ συνειδότα φαῦλον εὐμενείᾳ τῇ παρὰ τῶν κρειττόνων ἐπελπίζειν: καλὸν δὲ καὶ ἀνθρώπων τοὺς συνόντας πείθοντα, σὺν παρρησίᾳ τὸν ἐπίκαιρον τοῦτον βίον διάγειν. προσετίθει δὲ κἀκεῖνα, ὡς σφόδρα χρὴ προσδοκᾶν καὶ ἐπιβουλεύσειν τῇ Ἀρσάκῃ τὸν Ἀχαιμένην, ἄνδρα δοῦλον μὲν τὴν τύχην ʽἀντίθετον γὰρ ὡς ἐπίπαν τῷ κρατοῦντι τὸ κρατούμενον̓, ἀδικούμενον δὲ καὶ εἰς ὅρκους ἀθετούμενον, ἐρῶντα δὲ καὶ ἄλλους ἑαυτοῦ προτετιμῆσθαι πυθόμενον, συνειδότα δὲ τὰ πάντων αἴσχιστα καὶ παρανομώτατα, καὶ οὐδὲν εἰς τὴν ἐπιβουλὴν πλάσασθαι δεόμενον, οἷα δὴ πολλοὶ πολλάκις ἀνιαθέντες ἐτόλμησαν, ἀλλὰ καὶ ἐκ τῶν ἀληθῶν ἔχοντα πρόχειρον τὴν ἄμυναν.