Ancient Greek · ~10 min
Book 7
Heliodorus of Emesa, Aethiopica 7.27
Not analysed yet
τοιαῦτα πολλὰ διελθὼν πρὸς τὴν Χαρίκλειαν, καὶ τὰ μέτρια θαρσεῖν παρασκευάσας, εἰς τὴν ἑξῆς ὑπηρετησόμενος ταῖς τραπέζαις ὑπὸ τοῦ Ἀχαιμένους ἤγετο, προστεταγμένον τοῦτο παρὰ τῆς Ἀρσάκης. καὶ ἐσθῆτα τῶν πολυτελῶν Περσικὴν ἀποστειλάσης, ταύτην τε μετημφιέννυτο, καὶ στρεπτοῖς τε χρυσοῖς καὶ περιαυχενίοις λιθοκολλήτοις ἑκών τε τὸ μέρος καὶ ἄκων ἐκοσμεῖτο. καὶ τοῦ Ἀχαιμένους ὑποδεικνύναι τι καὶ ὑφηγεῖσθαι τῶν οἰνοχοϊκῶν πειρωμένου, προσδραμὼν ὁ Θεαγένης ἑνὶ τῶν κυλικοφόρων τριπόδων, καὶ φιάλην τῶν πολυτίμων ἀνελόμενος, οὐδέν, ἔφη, δέομαι διδασκάλων, ἀλλ̓ αὐτοδίδακτος ὑπουργήσω τῇ δεσποίνῃ, τὰ οὕτω ῥᾷστα μὴ θρυπτόμενος. σὲ μὲν γὰρ ὦ βέλτιστε ἡ τύχη εἰδέναι τὰ τοιαῦτα καταναγκάζει, ἐμοὶ δὲ καὶ ἡ φύσις τὰ πρακτέα καὶ ὁ καιρὸς ὑπαγορεύει. καὶ ἅμα προσέφερε τῇ Ἀρσάκῃ προσηνὲς κερασάμενος, εὔρυθμον τέ τι καὶ ἄκροις τοῖς δακτύλοις ἐποχῶν τὴν φιάλην. ἐκείνην μὲν οὖν πλέον ἢ πρότερον τὸ ποτὸν ἐξεβάκχευσεν, ἐπιρροφοῦσάν τε ἅμα καὶ ἀκλινῶς εἰς τὸν Θεαγένην ἀτενίζουσαν, καὶ τοῦ ἔρωτος πλέον ἢ τοῦ κράματος ἕλκουσαν, καὶ τὴν φιάλην ἐπίτηδες οὐκ ἐκπίνουσαν, ἀλλὰ σὺν τέχνῃ καὶ διὰ μικροῦ τοῦ λειψάνου τῷ Θεαγένει προπίνουσαν. ἀντιτέτρωτο δὲ ἐκ θατέρων ὁ Ἀχαιμένης, καὶ ὀργῆς ἅμα καὶ ζηλοτυπίας ἐμπλησθείς, ὡς μηδὲ λανθάνειν τὴν Ἀρσάκην ὑποβλέψαντά τε καί τι καὶ πρὸς τοὺς παρόντας ἠρέμα διαγογγύσαντα. ἤδη δὲ διαλυομένου τοῦ συμποσίου, πρώτην αἰτῶ χάριν ὦ δέσποινα, ἔφη ὁ Θεαγένης: ὑπηρετοῦντά με μόνον ἀμφιέννυσθαι ταύτῃ τῇ στολῇ κέλευσον. ὡς δὲ ἐπένευσεν ἡ Ἀρσάκη, τὰ συνήθη μεταμφιασάμενος ἐξῄει. συνεξῄει δὲ καὶ ὁ Ἀχαιμένης, πολλὰ τῆς προπετείας τὸν Θεαγένην ὀνειδίζων, καὶ ὡς μειρακιῶδες εἴη τὸ πρόχειρον, καὶ ὡς τὴν μὲν πρώτην ἡ δέσποινα τὸν ξένον καὶ ἄπειρον ὑπερεῖδεν, εἰ δὲ ἐπιμένοι βλακευόμενος, οὐ χαιρήσει: καὶ ὅτι φίλος ὢν ταῦτα συμβουλεύοι, μᾶλλον δὲ ὀλίγον ὕστερον καὶ εἰς γένος συναφθησόμενος καὶ ἀδελφῆς τῆς ἐκείνου καθ̓ ὑπόσχεσιν τῆς δεσποίνης ἀνὴρ ἐσόμενος. καὶ πολλὰ τοιαῦτα μὲν ἐκεῖνος ἔλεγεν, ὃ δὲ, οὐδὲ ἀκούοντι προσεοικώς, κάτω νεύσας ἀντιπαρῄει, μέχρις οὗ συνέβαλεν αὐτοῖς ἡ Κυβέλη, κατευνάσαι τὴν δέσποιναν τὸ μεσημβρινὸν ἐπειγομένη. καὶ ἰδοῦσα σκυθρωπὸν τὸν υἱὸν ἠρώτα τὴν αἰτίαν. ὃ δέ, τὸ ξένον μειράκιον, ἔφη, προτετίμηται ἡμῶν, καὶ χθὲς καὶ τήμερον παρεισδεδυκὸς οἰνοχοεῖν ἐπιτέτραπται, καὶ τοῖς ἀρχιτρικλίνοις ἡμῖν καὶ ἀρχιοινοχόοις πολλὰ χαίρειν φράσαν ὀρέγει φιάλην, καὶ παρίσταται πλησίον βασιλικοῦ σώματος, τὸ μέχρις ὀνόματος ἀξίωμα ἡμῶν παραγκωνισάμενος. καὶ τὸ μὲν τοῦτον τιμᾶσθαι μετέχοντα καὶ τῶν μειζόνων καὶ κοινωνοῦντα καὶ κοινωνοῦντα καὶ τῶν ἀπορρητοτέρων, διότι καὶ κακῶς ποιοῦντες ἡμεῖς σιωπῶμεν καὶ συμπράττομεν, ἧττόν ἐστι δεινόν, καίπερ ὂν δεινόν: ἀλλ̓ ἐκεῖνο γ̓ ἐξῆν, ἄνευ ὕβρεως τῆς εἰς ἡμᾶς τοὺς ὑπουργοὺς καὶ συνεργοὺς τῶν καλῶν πράξεων τὰ τοιαῦτα γίνεσθαι.