Ancient Greek
Book 7
Heliodorus of Emesa, Aethiopica 7.6
Not analysed yet
ἐπὶ τούτοις ἠσπάζοντό τε ἀλλήλους σὺν δάκρυσιν ἅμα καὶ φιλήμασιν, καὶ ὃ μὲν αὐτοῦ καθῆστο ὡς εἶχε, περισκοπῶν τὸ μέλλον, καὶ τῇ Ἀρσάκῃ παρεῖχεν οὐκ εἰδὼς ἐντρυφᾶν αὐτοῦ τῇ θέᾳ, παντοίως αὐτὸν περισκοπούσῃ καὶ τοῖς ὀφθαλμοῖς τέως ἀπολαύειν τῆς ἐπιθυμίας ἐπιτρεπούσῃ: ὁ δὲ Θύαμις ἐπὶ τὸν Πετόσιριν ὥρμησεν. οὐ μὴν ὑπέστη γε ἐκεῖνος τὴν ἔφοδον, ἀλλὰ παρὰ τὴν πρώτην κίνησιν εἰς φυγὴν τραπεὶς ἐπὶ τὰς πύλας, εἰσφρῆσαι εἰς τὸ ἄστυ προθυμούμενος. ἀλλ̓ ἠνύετο οὐδέν, ὑπὸ τῶν ἐφεστώτων ταῖς πύλαις ἀποκρουόμενος, καὶ τῶν ἐπὶ τοῦ τείχους μὴ παραδέχεσθαι καθ̓ ὃ μέρος ὁρμήσειεν ἐπικελευομένων. ἀπεδίδρασκε δή, ὡς εἶχε τάχους, περὶ τὸν κύκλον τοῦ ἄστεος, ἤδη καὶ τὰ ὅπλα ἀποβαλών. συμπαρέθει δὲ κατόπιν καὶ ὁ Θεαγένης, ὑπεραγωνιῶν τε τοῦ Θυάμιδος, καὶ τῶν γινομένων μὴ πάντα ὁρᾶν οὐ φέρων, οὐ μὴν ἔνοπλός γε, τοῦ μή τινα λαβεῖν ὑπόνοιαν ὡς τῷ Θυάμιδι τοῦ ἔργου συνεφαψόμενος: ἀλλ̓ ἔνθα καθῆστο τοῦ τείχους ὑπ’ ὄψει τῆς Ἀρσάκης τὴν ἀσπίδα καὶ τὸ δόρυ καταθέμενος, καὶ ταῦτα περισκοπεῖν αὐτῇ πάλιν ἀνθ̓ ἑαυτοῦ παρασχών, συμπαρωμάρτει τοῖς δρόμοις, οὔτε ἁλισκομένου τοῦ Πετοσίριδος οὔτε κατὰ πολὺ φυγῇ φθάνοντος, ἀλλ̓ ἀεὶ ληφθησομένῳ προσεοικότος, καὶ τοσοῦτον ὑπεκφεύγοντος ὅσον εἰκὸς ἦν τοῦ ἀνόπλου καθυστερεῖν ὡπλισμένον τὸν Θύαμιν. εἰς ἅπαξ μὲν οὖν καὶ δεύτερον οὕτω περιήλασαν τὸ τεῖχος: ἀλλ̓ ὅτε δὴ ὁ τρίτος αὐτοῖς ἠνύετο κύκλος, ἤδη τὸ δόρυ τοῦ Θυάμιδος κατὰ τῶν μεταφρένων τἀδελφοῦ κατασείοντος καὶ μένειν ἢ βεβλῆσθαι διαπειλοῦντος, ἡ πόλις δὲ ὥσπερ ἐκ θεάτρου περιεστῶσα τοῦ τείχους ἠθλοθέτει τὴν θέαν, τότε δή πως εἴτε τι δαιμόνιον εἴτε τύχη τις τἀνθρώπεια βραβεύουσα, καινὸν ἐπεισόδιον ἐπετραγῴδει τοῖς δρωμένοις, ὥσπερ εἰς ἀνταγώνισμα δράματος ἀρχὴν ἄλλου παρεισφέρουσα, καὶ τὸν Καλάσιριν εἰς ἡμέραν καὶ ὥραν ἐκείνην ὥσπερ ἐκ μηχανῆς σύνδρομόν τε καὶ οὐκ εὐτυχῆ θεωρὸν τῷ περὶ ψυχῆς ἀγῶνι τῶν παίδων ἐφίστησι, πολλὰ μὲν ἀνατλάντα καὶ πάντα μηχανησάμενον, φυγάς τε ἑαυτῷ καὶ ἄλας ξενικὰς ἐπιβαλόντα, εἴ πως ἐκκλίνειε τὴν οὕτως ἀπηνῆ θέαν, ἐκνικηθέντα δὲ ὑπὸ τῆς εἱμαρμένης, καὶ ἰδεῖν ἃ πάλαι αὐτῷ οἱ θεοὶ προεθέσπισαν συνελαθέντα, πόρρωθεν μὲν τὰ τῆς διώξεως προκατοπτεύσαντα, ἐκ δὲ τῶν πολλάκις προρρηθέντων τοὺς παῖδας εἶναι τοὺς αὑτοῦ συννοήσαντα, καὶ συντονωτέροις ἢ καθ̓ ἡλικίαν δρόμοις, ἐπὶ τῷ φθῆναι τὴν εἰς τέλος αὐτῶν συμπλοκήν, καὶ τὸ γῆρας βιασάμενον.