Ancient Greek
Book 7
Heliodorus of Emesa, Aethiopica 7.7
Not analysed yet
ὡς δ̓ οὖν ἐπέστη καὶ πλησίον ἤδη συμπαρέθει, τί ταῦτα ὦ Θύαμι καὶ Πετόσιρι; συνεχῶς ἐβόα. τί ταῦτα ὦ παῖδες; ἀνεκάλει πολλάκις. οἳ δ̓ οὐδέπω τὴν πατρῴαν γνωρίζοντες ὄψιν, τοῦ μὲν ἔτι τοῖς πτωχικοῖς ἠμφιεσμένου ῥάκεσιν, αὐτοὶ δὲ ὅλοι τῆς ἀγωνίας ὄντες, ὥς τινα τῶν ἀγυρτῶν ἢ καὶ ἄλλως ἐξεστηκότων παρήμειβον. τῶν δὲ ἐπὶ τοῦ τείχους οἳ μὲν ἐθαύμαζον ὡς ἀφειδοῦντα αὑτοῦ καὶ εἰς ξιφήρεις ἐμβάλλοντα, οἳ δὲ ὡς παραπλῆγα καὶ μάτην φερόμενον ἐγέλων. ἀλλ̓ ὅτε συνεὶς ὁ πρεσβύτης ὑπὸ τῆς εὐτελείας τοῦ σχήματος ἑαυτὸν οὐ γνωριζόμενον ἐγυμνώθη μὲν τῶν ἐπιβεβλημένων ῥακῶν, τὴν δὲ ἱερὰν κόμην ἄδετον οὖσαν καθῆκε, καὶ τὸ κατ̓ ὤμων φορτίον καὶ τὴν ἐν χερσὶ βακτηρίαν ἀπορρίψας ἔστη κατὰ πρόσωπον, καὶ ὤφθη γεραρός τε καὶ ἱεροπρεπής, ὑπώκλασέ τε ἠρέμα, καὶ τὰς χεῖρας εἰς ἱκετηρίαν προτείνας ὦ τέκνα σὺν δάκρυσιν ἀνωλόλυξεν, οὗτος ἐγὼ Καλάσιρις, οὗτος ἐγὼ πατὴρ ὁ ὑμέτερος: αὐτοῦ στῆτε, καὶ τὴν ἐκ μοιρῶν μανίαν στήσατε, τὸν φύντα καὶ ἔχοντες καὶ αἰδεσθέντες, τότε οἳ μὲν παρείθησαν, καὶ κατενεχθῆναι μικρὸν ἀπολιπόντες προσέπιπτον ἄμφω τῷ πατρί, καὶ τοῖς γόνασι περιφύντες, πρῶτα μὲν ἀτενέστερον ἐνορῶντες διηκρίβουν τὸν ἀναγνωρισμόν, ὡς δὲ οὐ φάσμα τὴν ὄψιν ἀλήθειαν δὲ ἐγνώρισαν, πολλὰ ἅμα καὶ ἐξ ἐναντίων ἔπασχον. ἥδοντο ἐπὶ τῷ φύντι σωζομένῳ παῤ ἐλπίδας: ἐφ̓ ᾗ κατελαμβάνοντο πράξει, καὶ ἠνιῶντο καὶ ᾐσχύνοντο: τῆς ἀδηλίας τῶν ἀποβησομένων εἰς ἀγωνίαν καθίσταντο. καὶ ταῦτα ἔτι τῶν ἐκ τῆς πόλεως θαυμαζόντων, καὶ λεγόντων μὲν οὐδὲν οὐδὲ πραττόντων, ὥσπερ δὲ ἀχανῶν ὑπ’ ἀγνοίας καὶ τοῖς γεγραμμένοις παραπλησίων πρὸς μόνην τὴν θέαν ἐπτοημένων, ἕτερον ἐγίνετο παρεγκύκλημα τοῦ δράματος ἡ Χαρίκλεια. κατ̓ ἴχνος γὰρ ἐφεπομένη τοῦ Καλασίριδος, καὶ πόρρωθεν ἀναγνωρίσασα τὸν Θεαγένην ʽὀξὺ γάρ τι πρὸς ἐπίγνωσιν ἐρωτικῶν ὄψις, καὶ κίνημα πολλάκις καὶ σχῆμα μόνον, κἂν πόρρωθεν ᾖ κἂν ἐκ νώτων, τῆς ὁμοιότητος τὴν φαντασίαν παρέστησεν̓, ὥσπερ οἰστρηθεῖσα ὑπὸ τῆς ὄψεως, ἐμμανὴς ἐπ’ αὐτὸν ἵεται: καὶ περιφῦσα τοῦ αὐχένος ἀπρὶξ εἴχετο καὶ ἐξήρτητο, καὶ γοεροῖς τισὶ κατησπάζετο θρήνοις. ὃ δέ, οἷον εἰκός, ὄψιν τε ῥυπῶσαν καὶ πρὸς τὸ αἰσχρότερον ἐπιτετηδευμένην ἰδὼν καὶ ἐσθῆτα τετρυχωμένην καὶ κατερρωγυῖαν, ὥσπερ τινὰ τῶν ἀγειρουσῶν καὶ ἀληθῶς ἀλῆτιν διωθεῖτο καὶ παρηγκωνίζετο. καὶ τέλος, ἐπειδὴ οὐ μεθίει, ὡς ἐνοχλοῦσαν καὶ τῇ θέᾳ τῶν ἀμφὶ Καλάσιριν ἐμποδὼν ἱσταμένην καὶ διερράπισεν. ἣ δὲ ὦ Πύθιε πρὸς αὐτὸν ἠρέμα: οὐδὲ τοῦ λαμπαδίου μέμνησαι; καὶ τότε Θεαγένης ὥσπερ βέλει τῷ ῥήματι βληθείς, καὶ τῶν συγκειμένων αὐτοῖς συμβόλων τὸ λαμπάδιον γνωρίσας, ἐνατενίσας τε καὶ ταῖς βολαῖς τῶν ὀφθαλμῶν τῆς Χαρικλείας ὥσπερ ὑπ’ ἀκτῖνος ἐκ νεφῶν διαττούσης καταυγασθεὶς περιέβαλλέ τε καὶ ἐνηγκαλίζετο. καὶ τέλος τὸ πρὸς τῷ τείχει σύμπαν μέρος καθ̓ ὃ προκαθῆστο ἡ Ἀρσάκη διοιδουμένη καὶ οὐκ ἄνευ ζηλοτυπίας ἤδη τὴν Χαρίκλειαν θεωμένη, σκηνογραφικῆς ἐπληροῦτο θαυματουργίας.