Ancient Greek · ~6 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.12
Not analysed yet
οὗτοι μὲν δὴ ταῦτα ἀναθεωροῦντες, καὶ νῦν μὲν θρηνοῦντες καὶ πλέον ἀνιᾶσθαι καὶ ἀγωνιᾶν ἅτερος ὑπὲρ θατέρου διεγγυώμενοι, νῦν δὲ τὰ τελευταῖα ἀλλήλοις ἐπισκήπτοντες, καὶ ὡς μέχρι θανάτου πιστοὶ τὰ ἐρωτικὰ πρὸς ἀλλήλους ἔσονται θεούς τε καὶ τὰς παρούσας τύχας ἐπομνύντες, οὕτω διῆγον: ὁ δὲ Βαγώας καὶ οἱ σὺν αὐτῷ πεντήκοντα ἱππεῖς νυκτὸς ἔτι βαθείας ὕπνῳ τὰ πάντα ἐπεχούσης ἀφικνοῦνται εἰς τὴν Μέμφιν, καὶ τοὺς ἐπὶ τῶν πυλῶν ἡσυχῇ διαναστήσαντες καὶ οἵ τινες εἶεν εἰπόντες τε καὶ γνωρισθέντες ἐπὶ τὰ σατραπεῖα σὺν σπουδῇ καὶ ἀθορύβως εἰσέρχονται. καὶ τοὺς ἱππέας ὁ Βαγώας αὐτοῦ κατέλιπε, τοῖς σατραπείοις ἐν κύκλῳ περιστήσας, ὡς, εἴ τις καὶ γένοιτο ἀντίστασις, ηὐτρεπίσθαι πρὸς ἄμυναν. αὐτὸς δὲ κατά τινα παραπυλίδα τοῖς πολλοῖς ἀγνοουμένην ἀσθενεῖς τὰς θύρας ἐκμοχλεύσας, καὶ τῷ κατοικοῦντι φράσας τε ἑαυτὸν καὶ σιωπᾶν ἐπιστείλας, ὡς τὸν Εὐφράτην ἐμπειρίᾳ καὶ γνώσει τῶν τόπων ἔσπευδεν, ἅμα τι καὶ τῆς σεληναίας τότε μικρὸν ὑπαυγαζούσης. καὶ καταλαβὼν ἐπὶ τῆς εὐνῆς ἀφύπνισέ τε, καὶ θορυβούμενον καὶ τίς οὑτοσί βοῶντα κατέστελλε, Βαγώας ἐγώ, λέγων: ἀλλὰ φῶς ἥκειν πρόσταττε. προσκαλεσάμενος δή τι παιδάριον τῶν προσεδρευόντων, λύχνον ἅψασθαι, τοὺς ἄλλους ἐάσαντα καθεύδειν, προσέταττεν. ἐπειδὴ δὲ ἧκεν ὁ παῖς καὶ κατὰ τὸν λυχνοῦχον ἐπιθεὶς μετέστη, τί τοῦτο; ἔλεγεν Εὐφράτης: τί ἄρα καινὸν ἀγγέλλει πάθος ἡ αἰφνίδιός σου καὶ ἀπροσδόκητος ἄφιξις; ὃ δέ, οὐ πολλῶν, ἔφη, δεῖ λόγων: ἀλλὰ τουτὶ τὸ γράμμα ἀναγίνωσκε λαβών, καὶ πρό γε τούτου τῆς σφραγῖδος τοὐπίσημον ἀναγνώριζε, καὶ ὡς Ὀροονδάτης ἐστὶν ὁ κελεύων πίστευε, καὶ τὰ ἐπεσταλμένα πρᾶττε, νυκτὶ καὶ τάχει συμμάχοις εἰς τὸ λαθεῖν ἀποχρώμενος. εἰ δὲ καὶ τὰ πρὸς Ἀρσάκην ἐπεσταλμένα λυσιτελὲς ἀποδοῦναι, πρότερον αὐτὸς δοκίμαζε.