Ancient Greek · ~7 min
Book 8
Heliodorus of Emesa, Aethiopica 8.13
Not analysed yet
ὑποδεξάμενος οὖν ὁ Εὐφράτης τὰς ἐπιστολάς, καὶ ἀμφοτέρας ἐπελθών, Ἀρσάκη μέν, ἔφη, ἄλλως τε οἰμώξει, καὶ τὸ παρὸν ἐν ἐσχάτοις διάγει, πυρετοῦ τινὸς ὥσπερ θεηλάτου τῆς προτεραίας ἐνσκήψαντος, καὶ θέρμης ὀξείας ὑποδραμούσης καὶ εἰς δεῦρο κατεχούσης, ὀλίγας τοῦ περιέσεσθαι τὰς ἐλπίδας ἐνδεικνυμένη. ἐγὼ δ̓ ἂν ταῦτα οὐδὲ ἐρρωμένῃ ἔδωκα, θᾶττον ἂν προαποθανούσῃ καὶ ἡμᾶς συναπολεσάσῃ ἢ ἑκούσῃ τοὺς νέους ἐκδούσῃ. σὺ δὲ εἰς καιρὸν ἥκων ἴσθι. καὶ ὑποδεξάμενος ἄγε τοὺς ξένους, καὶ τὴν εἰς δύναμιν ἐπικουρίαν σύσπευδε, καὶ κατελέει παντοίως ἀθλίους μὲν ὄντας καὶ κακοδαίμονας, καὶ μυρίας αἰκίας καὶ κολάσεις, οὔ τοι ἑκόντος ἐμοῦ, κελευομένου δὲ πρὸς Ἀρσάκης, ὑποστάντας, τἆλλα δέ, ὡς ἔοικεν, εὖ γεγονότας, καὶ ὡς ἡ πεῖρά μοι καὶ τὰ ἔργα παρέστησε, τὰ πάντα σώφρονας. καὶ ἅμα λέγων ἦγεν ἐπὶ τὸ δεσμωτήριον. ὁ μὲν δὴ Βαγώας ἰδὼν τοὺς νέους δεσμώτας, καὶ ἤδη ταῦτα καὶ πρὸς τῶν βασάνων τετρυχωμένους, ἐκπέπληκτο τοῦ μεγέθους ἅμα καὶ κάλλους. οἳ δὲ τοῦτο ἐκεῖνο εἶναι νομίσαντες, καὶ ἀωρὶ τοὺς περὶ τὸν Βαγώαν ἥκειν τὴν ἐπὶ θανάτῳ καὶ τὴν τελευταίαν ἀπάξοντας, εἰς βραχὺ μὲν διεταράχθησαν, εἶτα ἀνενεγκόντες ἱλαρῷ καὶ διακεχυμένῳ τῷ βλέμματι, ὅτι ἀφροντιστοῦσι καὶ πλείονα χαίρουσιν, ἐπίδηλοι τοῖς παροῦσιν εγίνοντο. ἤδη γοῦν τῶν περὶ τὸν Εὐφράτην πλησιαζόντων καὶ ἐπιδραττομένων καὶ ἀπὸ τῶν ξύλων πρὸς οἷς τὰ δεσμὰ κατακέκλειστο ὑπεκλυόντων, ὁ Θεαγένης, εὖ γε ἡ ἀλάστωρ Ἀρσάκη, ἀνεβόησεν, ὅτι νυκτὶ καὶ ζόφῳ τὰς ἑαυτῆς ἀθεμίτους πράξεις ἐπικρύπτειν οἴεται. δεινὸς δὲ ὁ τῆς δίκης ὀφθαλμὸς ἐλέγχειν τὰ κρύφια καὶ τὰ ἀθέμιτα φωτίζειν. ἀλλ̓ ὑμεῖς τὰ προστεταγμένα πράττετε, καὶ εἴτε πῦρ εἴτε ὕδωρ εἴτε ξίφος ὥρισται καθ̓ ἡμῶν, τὸν αὐτὸν ἅμα καὶ ἕνα θάνατον χαρίσασθε ἀμφοτέροις. συμπαρεκάλει δὲ τὰ αὐτὰ καὶ ἡ Χαρίκλεια. ἐπιδακρύσαντες οὖν καὶ οἱ εὐνοῦχοι ʽσυνίεσαν γὰρ ἠρέμα τῶν λεγομένων̓ αὐτοῖς δεσμοῖς ὑπεξῆγον.