Ancient Greek · ~4 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.14
Not analysed yet
ἤδη γοῦν παραταττόμενος ἑωρᾶτο, κόμπῳ τε Περσικῷ τὰς ὄψεις προκαταλαμβάνων καὶ ἀργυροῖς τε καὶ ἐπιχρύσοις τοῖς ὅπλοις τὸ πεδίον καταστράπτων. ἄρτι γὰρ ἀνίσχοντος ἡλίου καὶ τὴν ἀκτῖνα κατὰ πρόσωπον τοῖς Πέρσαις ἐπιβάλλοντος, μαρμαρυγή τις ἄφραστος καὶ εἰς τοὺς πορρωτάτω διερριπίζετο, τῆς πανοπλίας οἰκεῖον σέλας ἀνταυγαζούσης. τὸ μέν οὖν δεξιὸν κέρας αὐτῶν Περσῶν τε καὶ Μήδων τὸ γνήσιον ἐπεῖχε, τῶν μὲν ὁπλιτῶν ἡγουμένων, τῶν δὲ ὅσοι τοξόται κατόπιν ἐφεπομένων, ὡς ἂν γυμνοὶ πανοπλίας ὄντες ἀσφαλέστερον βάλλοιεν ὑπὸ τοῖς ὁπλίταις προασπιζόμενοι: τὴν δὲ Αἰγυπτίων τε καὶ Λιβύων χεῖρα καὶ τὴν ξενικὴν ἅπασαν εἰς τὸ ἀριστερὸν κατένεμεν, ἀκοντιστάς τε καὶ τούτοις καὶ σφενδονήτας παραζεύξας, ἐκδρομάς τε ποιεῖσθαι καὶ εἰσακοντίζειν ἐκ πλαγίων ὁρμωμένοις ἐπιστείλας. αὐτὸς δὲ τὸ μέσον κατελάμβανεν, ἅρματός τε δρεπανηφόρου λαμπροῦ ἐπιβεβηκὼς καὶ ὑπὸ τῆς ἑκατέρωθεν φάλαγγος εἰς ἀσφάλειαν δορυφορούμενος, τοὺς καταφράκτους ἱππέας μόνον ἑαυτοῦ προέταττεν, οἷς δὴ καὶ πλέον θαρσήσας τὴν μάχην ἀπετόλμησε: καὶ γὰρ οὖν καὶ ἔστιν ἥδε ἡ φάλαγξ Περσῶν ἀεὶ τὸ μαχιμώτατον, καὶ οἱονεὶ τεῖχος ἀρραγὲς τοῦ πολέμου προβαλλόμενον.