Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.15
Not analysed yet
τρόπος δὲ αὐτοῖς πανοπλίας τοιόσδε. ἀνὴρ ἔκκριτος καὶ σώματος ἰσχὺν ἐπίλεκτος κράνος μὲν ὑπέρχεται συμφυές τε καὶ μονήλατον, καὶ ὄψιν ἀνδρὸς εἰς ἀκρίβειαν ὥσπερ τὰ προσωπεῖα σοφιζόμενον. τούτῳ δὲ ἐκ κορυφῆς εἰς αὐχένα πάντα πλὴν τῶν ὀφθαλμῶν εἰς τὸ διοπτεύειν σκεπόμενος, τὴν μὲν δεξιὰν κοντῷ μείζονι λόγχης ὁπλίζει, τὴν λαιὰν δὲ εἰς τὸν χαλινὸν ἀσχολεῖ. κοπίδα δὲ ὑπὸ τὴν πλευρὰν παρηρτημένος, οὐ τὰ στέρνα μόνον ἀλλὰ καὶ σῶμα τὸ ἄλλο ἅπαν τεθωράκισται. ἐργασία δὲ τοῦ θώρακος τοιάδε. σκυτάλας χαλκᾶς τε καὶ σιδηρᾶς ὅσον σπιθαμιαίας πάντοθεν εἰς σχῆμα τετράγωνον ἐλάσαντες, καὶ ἄλλην ἐπ’ ἄλλην κατ̓ ἄκρα τῶν πλευρῶν ἐφαρμόσαντες ὡς τῇ κατωτέρᾳ τὴν ὑπερκειμένην ἀεὶ καὶ τῇ πλαγίᾳ τὴν παρακειμένην κατὰ τὸ συνεχὲς ἐπιβαίνειν, καὶ ῥαφαῖς ὑπὸ τὰς ἐπιπτυχὰς τὴν συμπλοκὴν ἀγκιστρώσαντες, χιτῶνά τινα φολιδωτὸν ἀπεργάζονται, προσπίπτοντα μὲν ἀλύπως τῷ σώματι καὶ πάντῃ περιφυόμενον, περιγράφοντα δὲ μέλος ἕκαστον καὶ πρὸς τὸ ἀκώλυτον τῆς κινήσεως συστελλόμενόν τε καὶ συνεκτεινόμενον. ἔστι γὰρ χειριδωτός, ἀπ̓ αὐχένος εἰς γόνυ καθειμένος, μόνοις τοῖς μηροῖς, καθ̓ ὃ τῶν ἱππείων νώτων ἐπιβαίνειν ἀνάγκη, διαστελλόμενος. ὁ μὲν δὴ θώραξ τοιοῦτος, ἀντίτυπόν τι βελῶν χρῆμα, καὶ πρὸς πᾶσαν τρῶσιν ἀπομαχόμενον: ἡ κνημὶς δὲ ἀπ̓ ἄκρων ταρσῶν εἰς γόνυ διήκει, συνάπτουσα πρὸς τὸν θώρακα. παραπλησίᾳ δὲ σκευῇ καὶ τὸν ἵππον περιφράττουσι, τούς τε πόδας κνημῖσι περιδέοντες, καὶ προμετωπιδίοις τὴν κεφαλὴν δἰ ὅλου σφηκοῦντες, ἐκ νώτων τε ἐπὶ γαστέρα καθ̓ ἑκατέραν πλευρὰν σκέπασμα σιδηρόπλοκον ἀπαιωροῦντες, ὡς ὁπλίζειν τε ἅμα καὶ τῇ λαγαρότητι μὴ ἐμποδίζειν τοὺς δρόμους. οὕτως ἐσκευασμένος καὶ οἷον ἐμβεβλημένος περιβαίνει τὸν ἵππον, οὐκ αὐτὸς ἐφαλλόμενος, ἀλλ̓ ἑτέρων διὰ τὸ ἄχθος ἀνατιθεμένων. κἀπειδὰν ὁ καιρὸς ἥκῃ τῆς μάχης, ἐφεὶς τῷ χαλινῷ τὸν ἵππον καὶ μυωπίσας παντὶ τῷ ῥοθίῳ κατὰ τῶν ἐναντίων ἵεται σιδηροῦς τις ἀνὴρ φαινόμενος, ἢ καὶ σφυρήλατος ἀνδριὰς κινούμενος. ὁ κοντὸς δὲ τὰ μὲν πρὸς τῇ αἰχμῇ κατὰ πολὺ καὶ εἰς εὐθὺ προβέβληται, δεσμῷ πρὸς τὸν αὐχένα τὸν ἵππειον ἀνεχόμενος: τὸν οὐρίαχον δὲ βρόχῳ πρὸς τοῖς ἱππείοις μηροῖς ἐξήρτηται, μὴ εἴκων ἐν ταῖς συμβολαῖς, ἀλλὰ συνεργῶν τῇ χειρὶ τοῦ ἱππέως, εὐθυνούσῃ μόνον τὴν βολήν, αὐτοῦ δὲ ἐπιτείνοντος καὶ πρὸς τὸ σφοδρότερον τῆς τρώσεως ἀντερείδοντος, τῇ ῥύμῃ διαπείρει πάντα τὸν ὑποπίπτοντα, καὶ μιᾷ πληγῇ δύο που φέρει πολλάκις ἀναρτήσας.