Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.2
Not analysed yet
καὶ οἳ μὲν τὰ προστεταγμένα ἔπραττον. καὶ ὡς τῶν προτέρων δεσμῶν παραλύοντες, ἐλπίδα τε διαγωγῆς ἐλευθέρας παραστήσαντες, πλέον παρεῖχον οὐδέν, χρυσᾶς τὰς ἁλύσεις αὖθις ἐνείροντες, τότ̓ ἤδη καὶ γέλως ἐπῄει τῷ Θεαγένει, καὶ βαβαὶ τῆς λαμπρᾶς, ἔφη, μεταβολῆς. ταῦτα ἡμᾶς ἡ τύχη τὰ μεγάλα φιλανθρωπεύεται. χρυσᾶ σιδηρῶν ἀμείβομεν, καὶ φρουρὰν πλουτοῦντες ἐντιμότεροι δεσμῶται γεγόναμεν. ἐμειδία δὲ καὶ ἡ Χαρίκλεια, καὶ τὸν Θεαγένην μεταβάλλειν ἐπειρᾶτο, καὶ τοῖς ἐκ θεῶν προρρηθεῖσι ἐπανέχουσα καὶ χρηστοτέραις ἐλπίσι κατεπᾴδουσα. ὁ δὲ Ὑδάσπης ἐπειδὴ τῇ Συήνῃ προσβαλών, αὐτοβοεί τε καὶ τείχεσιν αὐτοῖς ἀναρπάσεσθαι τὴν πόλιν ἐλπίσας, εἰς μικρὸν ἀπεκρούσθη πρὸς τῶν ὑπερμαχούντων, ἔργῳ τε λαμπρῶς ἀμυνομένων καὶ λόγοις εἰς ὕβριν καὶ παροξυσμὸν ἐπιχλευασάντων, ὀργὴν τὸ πρᾶγμα ποιησάμενος, εἰ τὴν ἀρχὴν ὅλως ἀντιστῆναι διενοήθησαν, ἀλλὰ μὴ παρὰ τὴν πρώτην ἑκοντὶ φέροντες αὑτοὺς ἐνεχείρισαν, ἔγνω μὴ χρονοτριβεῖν τὸν στρατὸν προσκαθήμενος, μηδὲ ἑλεπόλεσιν ἀποπειρώμενος, ἐξ ὧν οἳ μὲν ἁλώσεσθαι οἳ δέ που καὶ διαδράσεσθαι ἔμελλον, ἀλλὰ πολιορκίᾳ μεγαλουργῷ καὶ ἀφύκτῳ τὴν πόλιν εἰς ἄρδην καὶ θᾶττον ἐξελεῖν.