Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.3
Not analysed yet
ἔπραττε δὴ οὖν οὕτως. εἰς μοίρας κατανέμει τοῦ τείχους τὸν κύκλον, καὶ δεκάδα ὀργυιῶν δεκάδι ἀνδρῶν ἀποκληρώσας, εὖρός τε καὶ βάθος ὡς ὅτι πλεῖστον ἀφορίσας ὀρύττειν εἰς τάφρον ἐκέλευσεν. οἳ δὲ ὤρυττον, ἄλλοι τὸν χοῦν ἐξεφόρουν, ἕτεροι εἰς ὀφρὺν πρὸς ὕψος ἐσώρευον, τῷ πολιορκουμένῳ τεῖχος ἕτερον ἀντεγείροντες. ἐκώλυε δὲ οὐδείς, οὐδὲ ἐνίστατο πρὸς τὴν ἀποτείχισιν, ἐκδραμεῖν τε τῇς πόλεως ἐπὶ μυριοπληθῆ στρατὸν οὐ θαρσῶν, καὶ τὰς ἐκ τῶν ἐπάλξεων τοξείας ἀνηνύτους ὁρῶν: ὁ γὰρ Ὑδάσπης καὶ τούτου προυνόησε, τὸ μεσεῦον τῶν δύο τειχῶν, ὅσον βολῆς ἐκτὸς εἶναι τοὺς ἐργασομένους, συμμετρησάμενος. ἐπεὶ δὲ καὶ τοῦτο καὶ λόγου θᾶττον ἤνυσεν ἅτε δὴ μυρίας αὐτῷ χειρὸς τὸ ἔργον ἐπισπευδούσης, ἑτέρου τοιοῦδε ἤρχετο. τοῦ κύκλου μέρος, πλάτος ὅσον ἡμίπλεθρον, ἰσόπεδόν τε καὶ ἄχωστον διαλιπών, κατὰ τὴν ἀπολήγουσαν ἑκατέρωθεν ἄκραν σκέλος ἐκ χώματος ἐπιζευγνὺς ἐπὶ τὸν Νεῖλον εἰς μῆκος ἦγεν, ἀπὸ τῶν ταπεινοτέρων ἀεὶ πρὸς τὰ ὄρθια καὶ μετέωρα σκέλος ἑκάτερον προσβιβάζων. εἴκασεν ἄν τις μακροῖς τείχεσι τὸ γινόμενον, τοῦ μὲν ἡμιπλέθρου τὸ ἴσον πλάτος δἰ ὅλου φυλάττοντος, μῆκος δὲ τὸ μεταξὺ τοῦ τε Νείλου καὶ τῆς Συήνης ἀπολαμβάνοντος. ἐπεὶ δὲ συνῆψε τὸ χῶμα ταῖς ὄχθαις, ἐνταῦθα στόμιον τῷ ποταμῷ διατεμών, εἰς τὸν ἀπὸ τῶν σκελῶν ὁλκὸν τὴν ἀπορροὴν εἰσωχέτευσεν. οἷα δὲ ἐξ ὑπερδεξίων πρὸς χθαμαλώτερον καὶ ἐξ ἀπείρου τῆς κατὰ τὸν Νεῖλον εὐρύτητος στενῷ πορθμῷ τὸ ὕδωρ ἐμπῖπτον, καὶ ταῖς χειροποιήτοις ὄχθαις θλιβόμενον, πολύν τινα καὶ ἄφραστον κατὰ μὲν τὸ στόμιον φλοῖσβον, κατὰ δὲ τὸν ὁλκὸν ἐξάκουστον καὶ τοῖς πορρωτάτω πάταγον ἀπετέλει. ἅπερ ἀκούοντες, ἤδη δὲ καὶ ὁρῶντες οἱ κατὰ τὴν Συήνην, καὶ οἷ κακῶν ἦσαν συνιέντες, καὶ ὡς ἐπικλυσμός ἐστιν ὁ σκοπὸς τοῦ περιτειχίσματος, οὔτε ἀποδρᾶναι τὴν πόλιν ἔχοντες ἅτε τοῦ χώματος καὶ ἤδη πλησιάζοντος τοῦ ὕδατος τὴν ἔξοδον ἀποκλειόντων, οὔτε τὸ μένειν ἀκίνδυνον ὁρῶντες, ἐκ τῶν ἐνόντων πρὸς βοήθειαν τὴν αὑτῶν παρεσκευάζοντο. καὶ πρῶτον μὲν τῶν κατὰ τὰς πύλας σανιδωμάτων τὰ διεστῶτα θρυαλλίδι τε καὶ ἀσφάλτῳ διέφραττον, ἔπειτα τὸ τεῖχος πρὸς ἀσφαλεστέραν ἕδραν διήρειδον, ὃ μέν τις χῶμα ὃ δὲ λίθους ὃ δὲ ξύλα καὶ τὸ προστυχὸν ἕκαστος ἐπιφέρων. καὶ ἦν οὐδεὶς ἡσυχάζων, ἀλλ̓ ὁμοίως γυνὴ παῖς καὶ πρεσβύτης ἔργου εἴχετο: γένος γὰρ οὐδὲν οὐδὲ ἡλικίαν ὁ περὶ ψυχῆς δυσωπεῖται κίνδυνος. οἱ δυνατώτεροι δὲ καὶ τὸ ἀκμάζον ἐν ὅπλοις αὐλῶνά τινα στενόν τε καὶ ὑπόγειον ἀπὸ τῆς πόλεως ἐπὶ τὸ χῶμα τῶν πολεμίων διικνούμενον ὀρύττειν ἀποκεκλήρωντο.