Ancient Greek · ~7 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.20
Not analysed yet
ἐπεὶ δὲ τούς τε καταφράκτους, τὴν μεγίστην τοῦ πολέμου χεῖρά τε καὶ ἐλπίδα νομιζομένους, διεφθαρμένους κατέμαθον, τόν τε σατράπην ἀποδεδρακότα, τούς τε Μήδων καὶ Περσῶν πολυθρυλήτους ὁπλίτας οὔτε τι παρὰ τὴν μάχην λαμπρὸν ἀποδεδειγμένους, ἀλλ̓ ὀλίγα μὲν δράσαντας κατὰ τῶν ἐκ Μερόης, οἳ κατ̓ αὐτοὺς ἐτάχθησαν, παθόντας δὲ πλείονα καὶ τοῖς λοιποῖς ἐφεπομένους, ἐνδόντες καὶ αὐτοὶ προτροπάδην ἔφευγον. ὁ δὲ Ὑδάσπης, ὥσπερ ἀπὸ σκοπῆς τοῦ πύργου, λαμπρᾶς ἤδη τῆς νίκης θεωρὸς γινόμενος, κήρυκας διαπέμπων εἰς τοὺς διώκοντας τοῦ μὲν φονεύειν ἀπέχεσθαι προηγόρευε, ζῶντας δὲ οὓς δύναιντο καὶ συλλαμβάνειν καὶ ἄγειν, καὶ πρὸ πάντων τὸν Ὀροονδάτην. ὡς δὴ καὶ ἐγένετο. παρεκτείναντες γὰρ ἐπ’ ἀσπίδα τὰς φάλαγγας οἱ Αἰθίοπες, καὶ τὸ πολὺ βάθος τῶν τάξεων εἰς μῆκος ἑκατέρωθεν ἐπαναγαγόντες, τάς τε κεραίας ἐπιστρέψαντες, εἰς κύκλωσιν τὸ Περσικὸν συνήλασαν, καὶ μίαν μόνον ἀτραπὸν τὴν ἐπὶ τὸν ποταμὸν ἀκώλυτον εἰς φυγὴν τοῖς ἐναντίοις ὑπέλιπον, εἰς ὃν οἱ πλείους ἐμπίπτοντες, ὑπό τε ἵππων καὶ δρεπανηφόρων ἁρμάτων καὶ τοῦ λοιποῦ ταράχου καὶ πλήθους ὠθούμενοι σὺν πολλῷ θράσει, μετεμάνθανον ὡς τὸ δοκοῦν στρατήγημα τοῦ σατράπου πρὸς ἐναντίου σφίσιν ἦν καὶ ἄσκεπτον: τὸ γοῦν κυκλωθῆναι παρὰ τὴν ἀρχὴν καταδείσας, καὶ τὸν Νεῖλον διὰ τοῦτο κατὰ νώτων ποιήσας, ἔλαθεν ἑαυτῷ τὴν φυγὴν ἀποτειχίσας. ἐνταῦθα οὖν καὶ αὐτὸς ἁλίσκεται, καὶ Ἀχαιμένου τοῦ Κυβέλης παιδὸς ἅπαντα ἤδη τὰ κατὰ τὴν Μέμφιν πεπυσμένου, καὶ ἀνελεῖν μὲν τὸν Ὀροονδάτην παρὰ τὸν θόρυβον ἐπιβουλεύσαντος ʽμετέμελε γὰρ αὐτῷ τῶν κατὰ τῆς Ἀρσάκης μηνυμάτων, τῶν ἐλέγχων προδιεφθαρμένων̓, τρῶσαι δὲ καιρίαν ἀποτυχόντος. ὑπέσχε γε μὴν αὐτίκα τὴν δίκην πρός τινος τῶν Αἰθιόπων τόξῳ βληθείς, ἀναγνόντος μὲν τὸν σατράπην, καὶ περισώζειν, ὡς προστέτακτο, βουλομένου, ἀγανακτήσαντος δὲ τὸ ἄδικον τοῦ ἐγχειρήματος, εἰ τοὺς ἐναντίους τις ὑποφεύγων χωροίη κατὰ τῶν φιλίων, τὸν καιρὸν τῆς τύχης εἰς ἐχθροῦ ἄμυναν, ὡς ἐῴκει, θηρώμενος.