Ancient Greek · ~7 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.19
Not analysed yet
τραπέντων δὲ ἅπαξ εἰς φυγὴν τῶν ὑπολειπομένων, αἴσχιστα δὴ πάντων ὁ σατράπης Ὀροονδάτης, τὸ μὲν ἅρμα ἐγκαταλιπὼν ἵππου δὲ τῶν Νυσαίων ἐπιβάς, διεδίδρασκεν, ἀγνοούντων ταῦτα τῶν κατὰ τὸ ἀριστερὸν κέρας Αἰγυπτίων τε καὶ Λιβύων, καὶ σὺν εὐτολμίᾳ πάσῃ τὴν μάχην συμφερομένων, καὶ πασχόντων μὲν πλείονα ἢ δρώντων, καρτερικῷ δὲ λήματι τὰ δεινὰ ὑπομενόντων. οἱ γὰρ ἐκ τῆς κινναμωμοφόρου κατ̓ αὐτοὺς τεταγμένοι δεινῶς πιεζοῦντες πολλὴν ἀπορίαν παρεῖχον, ἐπιόντας μὲν ὑποφεύγοντες καὶ ἐκ πολλοῦ τοῦ περιόντος προφθάνοντες, καὶ ἀπεστραμμένοις εἰς τοὐπίσω τοῖς τόξοις καὶ παρὰ τὴν φυγὴν βάλλοντες, ἀναχωροῦσι δὲ ἐπιτιθέμενοι, καὶ κατὰ τὰ πλάγια οἳ μὲν ταῖς σφενδόναις βάλλοντες, οἳ δὲ μικροῖς μὲν τοῖς βέλεσιν, ἰῷ δὲ δρακόντων πεφαρμαγμένοις τοξεύοντες ὀξύν τινα καὶ ἀπότομον θάνατον ἐπέφερον. τοξεύουσι δὲ οἱ τῆς κινναμωμοφόρου παίζειν πλέον ἢ σπουδάζειν τὴν τοξείαν ἐοικότες. πλέγμα γάρ τι κυκλοτερὲς τῇ κεφαλῇ περιθέντες, καὶ τοῦτο βέλεσι κατὰ τὸν κύκλον περιπείραντες, τὸ μὲν ἐπτερωμένον τοῦ βέλους πρὸς τῇ κεφαλῇ περιτίθενται, τὰς δὲ ἀκίδας οἷον ἀκτῖνας εἰς τὸ ἐκτὸς προβέβληνται. κἀντεῦθεν ἐξ ἑτοίμου παρὰ τὰς μάχας ὥσπερ ἐκ φαρέτρας ἀφαιρῶν ἕκαστος, ἀγερωχόν τι καὶ σατυρικὸν σκίρτημα λυγιζόμενός τε καὶ καμπτόμενος, καὶ τοῖς ἰοῖς ἐστεμμένος, ἀπὸ γυμνοῦ τοῦ σώματος τοῖς ἐναντίοις ἐφίησιν, οὐδὲν σιδήρου πρὸς τὴν αἰχμὴν δεόμενον: ὀστοῦν γὰρ δράκοντος νωτιαῖον ἀφελὼν τὸ μὲν ἄλλο εἰς τὸν πῆχυν τοῦ βέλους ἀπευθύνει, τὰ δὲ ἄκρα πρὸς τὸ ἀκμαιότατον ἀποξέσας αὐτογλώχινα τὸν ὀιστὸν ἀπεργάζεται, τάχα που καὶ ἀπὸ τῶν ὀστῶν οὕτω παρωνομασμένον. χρόνον μὲν οὖν τινὰ συνειστήκεσαν οἱ Αἰγύπτιοι, καὶ τῷ συνασπισμῷ πρὸς τὴν τοξείαν ἀντεῖχον, φύσει τε τλήμονες ὄντες καὶ πρὸς τὸν θάνατον οὐ λυσιτελῶς μᾶλλον ἢ φιλονείκως κενοδοξοῦντες, ἴσως δέ που καὶ τιμωρίαν λιποταξίου προορῶντες: