Ancient Greek · ~6 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.23
Not analysed yet
εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους ὁ Ὑδάσπης εἰπών, αὐτός τε εἰς τὴν σκηνὴν εἰσελθών, τὸ λειπόμενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε, τούς τε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων, πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ, τὰ μὲν δῶρον τὰ δὲ πρὸς ἀγορασίαν, παρεχόντων. εἰς δὲ τὴν ὑστεραίαν ἐφ̓ ὑψηλοῦ προκαθήμενος ὁ Ὑδάσπης τά τε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις, τῶν τε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων, τῇ στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων. ὡς δὲ καὶ ὁ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, αἴτησον ὃ βούλει, πρὸς αὐτὸν ἔφη ὁ Ὑδάσπης. καὶ ὅς, οὐδὲν αἰτεῖν δέομαι βασιλεῦ, εἶπεν, ἀλλ̓ εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὐταρκές, Ὀροονδάτου μὲν ἀφελόμενος, αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσάμενος. καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόν τε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον. ἐπιμειδιάσας οὖν ὁ Ὑδάσπης, καὶ τί ἄν, ἔφη, γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγαλοψυχίαν τῆς τούτου φιλοπλουσίας; εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν ὁ πολέμου δίδωσι νόμος. ὥστε ἀπίτω λαβὼν καὶ παῤ ἡμῶν, ὃ καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων.