Ancient Greek · ~12 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.24.1
Not analysed yet
μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ τὴν Χαρίκλειαν ἑλόντες, καὶ ὦ βασιλεῦ ἔφασαν, ἡμῶν δὲ οὐ χρυσὸς οὐδὲ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ̓ Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν τοῖς βασιλείοις ἐναποκείμενον: ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες, ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει μετά γε σὲ πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρὰ σοῦ μεγαλοδωρίας. εὖ γε, εἶπεν ὁ Ὑδάσπης, ὑπεμνήσατε: καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. ὥστε ἀγέτω τις: ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων. ἤγοντο οὖν αὐτίκα, δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου, καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. οἳ δὲ μιξέλληνά τινα τῶν φυλάκων, ὅποι τὸ παρὸν ἄγοιεν, ἠρώτων. ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους, θεοὶ σωτῆρες, ἀνεβόησαν ἅμα οἱ νέοι, τὸ ὄνομα τοῦ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν ὁ βασιλεύων ἀμφιβάλλοντες. ὁ οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν, ἐρεῖς, ἔφη, δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ̓ ἡμᾶς: ἰδοὺ γὰρ καὶ Ὑδάσπης, ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες. καὶ ἡ Χαρίκλεια ὦ γλυκύτατε ἔφη, τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν: ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς ὁ δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι. ἄλλως τε καὶ ἃ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ̓ ἡμᾶς ὑποθέσεως, καὶ ἐξ ἧς ἡ σύμπασα συμπλοκή τε καὶ ἀνεύρεσις ἤρτηται, Περσίνης λέγω μητρὸς τῆς ἐμῆς ἀπολειπομένης. σώζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα. ἂν οὖν προθύσηταί τις ἡμᾶς, ὑπολαβὼν ὁ Θεαγένης, ἢ καὶ ὡς αἰχμαλώτους δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται; μὴ πᾶν τοὐναντίον, ἔφη ἡ Χαρίκλεια. νυνὶ μὲν γὰρ πρὸς τῶν φυλάκων ἀκηκόαμεν πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς ἢ προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑποσχέσεως τοῖς θεοῖς, ἣν παραβαθῆναι ὑπ’ ἀνδρῶν εὐσέβειαν τετιμηκότων οὐ θέμις. εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ̓ ἡμᾶς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες, καὶ πρὸς ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησομένους, εἴ τινες αἰχμάλωτοι καὶ δουλεύειν ἀποκεκληρωμένοι, πεπλασμένοι καὶ ἀπίθανοι, καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν. ἀλλὰ τὰ γνωρίσματα, ἔφη ὁ Θεαγένης, ἃ φέρειν σε οἶδα καὶ διασώζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μηδὲ ἀπάτη, συλλήψεται. καὶ ἡ Χαρίκλεια, τὰ γνωρίσματα, ἔφη, τοῖς γινώσκουσιν αὐτὰ καὶ συνεκθεμένοις ἐστὶ γνωρίσματα, τοῖς δὲ ἀγνοοῦσιν ἢ μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τὴν ἄλλως καὶ ὅρμος, κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες. εἰ δὲ δή τι καὶ γνωρίσειεν ὁ Ὑδάσπης, τίς ὅτι καὶ Περσῖνα ἡ δεδωκυῖα, τίς δ̓ ὅτι καὶ ὡς θυγατρὶ μήτηρ ὁ πείσων ἔνεστιν; ἀναντίρρητον γνώρισμα ὦ Θεάγενες ἡ μητρῴα φύσις, ὑφ̓ ἧς τὸ γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόστοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινούμενον. τοῦτο οὖν μὴ προώμεθα δἰ ὅ τι καὶ τὰ ἄλλα γνωρίσματα ἂν πιστὰ φανείη.