Ancient Greek · ~5 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.26
Not analysed yet
ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους παριόντας ἐν τάξει ἐπεσκόπει τε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν ἡ τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. δέκα δὲ νέους κόρας τε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλεξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ̓ ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε. τοῖς τε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα, ἐγώ, ἔφη, τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις τῆς ἔχθρας, τάς τε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ’ ἐμαυτῷ πεποιημένος, οὐ πάσχω τὸ τῶν πολλῶν πάθος, οὐδὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν, οὐδὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ̓ ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς ἡ φύσις, τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας τοῖς Καταρράκταις ἀποκρίνασα. ὥστε ἔχων δἰ ἃ κατῆλθον, ἄνειμι σέβων τὸ δίκαιον. σὺ δὲ εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε, καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς ὁ σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαν τε πρὸς σὲ βουλόμενον ἀσπαζόμενος, χρῆμα τῶν ἐν ἀνθρώποις τὸ κάλλιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτός τε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι.