Ancient Greek · ~8 min
Book 9
Heliodorus of Emesa, Aethiopica 9.25
Not analysed yet
τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν. συμπαρῆν δὲ καὶ ὁ Βαγώας ἀγόμενος. κἀπειδὴ παραστάντας εἶδεν ὁ Ὑδάσπης, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου, καὶ ἱλήκοιτε θεοί φήσας αὖθις ἐπὶ συννοίας ἑαυτὸν ἥδραζε. τῶν δὲ ἐν τέλει παρεστώτων ὅ τι πεπόνθοι πυνθανομένων, τοιαύτην, ἔφη, τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην: καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι τιθέμενος, νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀνήνεγκα. τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ πόθεν εἶεν ἠρώτα. σιωπώσης δὲ τῆς Χαρικλείας, καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, εὖ γε ἡ Ἑλλάς, ἔφη, τά τε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα, καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα. ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν, γελάσας πρὸς τοὺς παρόντας εἶπεν, εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι, ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν; καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν, καὶ τὴν φωνὴν ἑλληνίζων ʽσπουδάζεται γὰρ ἥδε ἡ γλῶσσα καὶ παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων̓ σὺ δέ, ἔφη, ὦ κόρη, τί σιγᾷς, οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν; καὶ ἡ Χαρίκλεια, πρὸς τοῖς βωμοῖς, ἔφη, τῶν θεῶν οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέ τε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε. καὶ ποῦ γῆς εἰσὶν οὗτοι; πρὸς αὐτὴν ὁ Ὑδάσπης. ἣ δέ, καὶ πάρεισιν, ἔφη, καὶ πάντως ἱερουργουμένοις παρέσονται. μειδιάσας οὖν αὖθις ὁ Ὑδάσπης, ὀνειρώττει τῷ ὄντι, φησίν, ἡ ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας ἀναπεμφθήσεσθαι φανταζομένη. οὗτοι μὲν οὖν ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει, τὴν θυσίαν κοσμήσοντες: ἀλλὰ τίς οὗτος ὁ πλησίον εὐνούχῳ προσεοικώς; τῶν δή τις ὑπηρετουμένων, εὐνοῦχος ἀληθῶς, εἶπεν, ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον. ἑπέσθω, ἔφη, καὶ οὗτος, οὐχ ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου τῆς κόρης ταύτης φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης, ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος: ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται.