Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.4
Not analysed yet
καὶ δὴ καὶ ἠνύετο τὸ ἔργον ὧδε. φρεατίαν τοῦ τείχους πλησίον εἰς ὀργυιάς που πέντε τὴν κάθετον βαθύναντες, καὶ τοὺς θεμελίους ὑποδραμόντες, ἐγκάρσιον τὸ ἐντεῦθεν ὑπὸ πυρσοῖς ἐπ’ εὐθείας τινὰ φέροντα τῶν χωμάτων ὑπόνομον ἐκοίλαινον, τῶν κατόπιν ἀεὶ καὶ δευτέρων παρὰ τῶν προτέρων ἐν τάξει τὸν χοῦν διαδεχομένων καὶ εἴς τι μέρος τῆς πόλεως πάλαι κηπευόμενον ἐκφορούντων καὶ εἰς κολωνὸν ἐγειρόντων. ταῦτα δὲ ἔπραττον ῥήξεως ἐνδόσιμον τῷ ὕδατι κατὰ τὸ κενόν, εἴ ποτε ἐπέλθοι, προμηθούμενοι. ἀλλ̓ ὅμως ἔφθανε τὰ δεινὰ τὴν προθυμίαν, καὶ ὁ Νεῖλος ἤδη τὸ μακρὸν χῶμα παραμείψας ἐπίφορος τῷ κατὰ τὸν κύκλον ἐνέπιπτε, καὶ πανταχόθεν περιρρυεὶς τὸ μεταίχμιον τῶν τειχῶν ἐλίμναζε. καὶ νῆσος αὐτίκα ἦν ἡ Συήνη καὶ περίρρυτος ἡ μεσόγαιος, τῷ Νειλῴῳ κλύδωνι κυματουμένη. κατ̓ ἀρχὰς μὲν δὴ καὶ χρόνον τῆς ἡμέρας ἐπ’ ὀλίγον ἀντεῖχε τὸ τεῖχος: ἐπειδὴ δὲ ἐπιβρῖσαν τὸ ὕδωρ εἰς ὕψος τε ᾔρετο, καὶ διὰ τῶν ἀραιωμάτων τῆς γῆς, οἷς μέλαινα καὶ εὔγειος οὖσα πρὸς τῆς θερινῆς ὥρας κατέσχιστο, πρὸς τὰ βάθη κατεδύετο καὶ τὴν κρηπῖδα τοῦ τείχους ὑπέτρεχε, τότ̓ ἤδη πρὸς τὸ ἄχθος ἐνεδίδου τὸ ὑποκείμενον. καὶ καθ̓ ὃ μέρος χαυνούμενον ἱζήσειεν, ἐνταῦθα τὸ τεῖχος ὤκλαζε καὶ τῷ σάλῳ τὸν κίνδυνον ἐπεσήμαινεν, ἐπάλξεών τε κραδαινομένων καὶ τῶν ὑπερμαχομένων τῷ βρασμῷ κλονουμένων.