Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.6
Not analysed yet
ὡς δὲ ἐκενώθη τὸ μεταπύργιον τῶν ἐφεστώτων, ὅ τε δῆμος ὀθόναις κατασείων ἐπιτρέπειν τὸν ὅρμον ἐνεδείκνυτο, τότε δὴ καὶ οἱ Αἰθίοπες πλησιάσαντες ὥσπερ ἀπ̓ ἐκκλησίας τῶν πορθμείων πρὸς τὸ πολιορκούμενον θέατρον τοιάδε ἔλεγον. ὦ Πέρσαι καὶ Συηναίων οἱ παρόντες, Ὑδάσπης ὁ τῶν πρὸς ἀνατολαῖς καὶ δυσμαῖς Αἰθιόπων, νυνὶ δὲ καὶ ὑμῶν βασιλεύς, πολεμίους τε ἐκπορθεῖν οἶδε καὶ ἱκέτας οἰκτείρειν πέφυκε, τὸ μὲν ἀνδρεῖον τὸ δὲ φιλάνθρωπον δοκιμάζων, καὶ τὸ μὲν χειρὸς εἶναι στρατιωτικῆς τὸ δὲ ἴδιον τῆς ἑαυτοῦ γνώμης. ἔχων τό τε ὑμᾶς εἶναι καὶ μὴ κατ̓ ἐξουσίαν, ἱκέταις γεγενημένοις ἀνίησι τὸν ἐκ τοῦ πολέμου πᾶσιν ὁρώμενον καὶ οὐκ ἀμφίβολον κίνδυνον, ἐφ̓ οἷς ἂν ἄσμενοι τῶν δεινῶν ἀπαλλαγείητε, τὴν αἵρεσιν οὐκ αὐτὸς ὁρίζων ἀλλ̓ ὑμῖν ἐπιτρέπων: οὐ γὰρ τυραννεῖ τὴν δίκην, ἀλλὰ πρὸς τὸ ἀνεμέσητον διοικεῖ τὴν τῶν ἀνθρώπων τύχην. πρὸς ταῦτα Συηναῖοι μὲν ἀπεκρίναντο σφᾶς τε αὐτοὺς καὶ παῖδας καὶ γυναῖκας ἐπιτρέπειν Ὑδάσπῃ χρῆσθαι πρὸς ὅ τι βούλοιτο, καὶ τὴν πόλιν, εἰ περιγένοιντο, ἐγχειρίζειν, ἣν καὶ νῦν ἐν τῷ ἀνελπίστῳ σαλεύειν, εἰ μὴ φθαίη τις ἐκ θεῶν καὶ ἐξ Ὑδάσπου μηχανὴ σωτηρίας. ὁ δὲ Ὀροονδάτης τῶν μὲν αἰτίων ἔφη τοῦ πολέμου καὶ τῶν ἐπάθλων ἐκστήσεσθαι καὶ τὰς Φίλας τὴν πόλιν καὶ τὰ σμαράγδεια μέταλλα παραχωρήσειν, αὐτὸς δὲ ἠξίου μηδεμίαν ὑποστῆναι ἀνάγκην μήτε ἑαυτὸν μήτε τοὺς στρατιώτας ἐγχειρίζειν, ἀλλ̓ εἰ βούλοιτο Ὑδάσπης ὁλόκληρον ἐπιδείκνυσθαι τὸ φιλάνθρωπον, ἐπιτρέπειν οὐδὲν λυμαινομένους οὐδὲ χεῖρας ἀνταίροντας ἀποχωρεῖν εἰς τὴν Ἐλεφαντίνην. ὡς ἴσον εἶναί οἱ νῦν τε ἀπολέσθαι, καὶ δοκοῦντα περισώζεσθαι προδοσίας τοῦ στρατιωτικοῦ παρὰ βασιλεῖ τῷ Περσῶν ἁλῶναι. μᾶλλον καὶ χαλεπώτερον, νῦν μὲν ἁπλοῦ καὶ νενομισμένου τυχὸν ἐπαχθησομένου θανάτου, τότε δὲ ὠμοτάτου καὶ εἰς πικροτάτην κόλασιν καινουργουμένου.