Ancient Greek
Book 9
Heliodorus of Emesa, Aethiopica 9.7
Not analysed yet
ταῦτα λέγων ὑποδεχθῆναι καὶ δύο Περσῶν εῖς τὰ σκάφη παρεκάλει, πρόφασιν ὡς εἰς Ἐλεφαντίνην ἀφιξομένους, καὶ εἴπερ οἱ κατ̓ αὐτὴν συνενδιδοῖεν εἰς τὸ δουλεύειν, οὐδὲ αὐτὸς ἔτι μελλήσων. ταῦτα ἀκούσαντες οἱ πρεσβεῖς ἐπανῄεσαν, ἅμα καὶ δύο Περσῶν ἀναλαβόντες, πρός τε τὸν Ὑδάσπην ἅπαντα ἀπήγγελλον. ὃ δ̓ ὑπογελάσας, καὶ πολλὰ τῆς ἀβελτηρίας τὸν Ὀροονδάτην ἐπιμεμψάμενος, εἰ περὶ τῶν ἴσων διαλέγεται ἄνθρωπος ἐπ’ ἄλλῳ καὶ οὐκ ἐν ἑαυτῷ τὸ εἶναι καὶ τεθνάναι σαλεύων, εὔηθες, ἔφη, τὴν ἑνὸς ἄνοιαν τοσούτοις ἐπαγαγεῖν ἀπώλειαν. καὶ τούς τε ἀπεσταλμένους παρὰ τοῦ Ὀροονδάτου βαδίζειν εἰς τὴν Ἐλεφαντίνην ἐπέτρεπεν, ὡς οὐδεμιᾶς ὂν φροντίδος εἰ κἀκεῖνοί τι πρὸς ἀντίστασιν βουλεύσειαν, καὶ τῶν ἰδίων τοὺς μὲν ἐμφράττειν τὸ διορυγὲν τοῦ Νείλου στόμιον, τοὺς δὲ ὥστε ἕτερον κατὰ τὸ χῶμα ἐκτέμνειν ἀπεκλήρωσεν, ὡς τῆς τε ἐπιρροῆς κωλυομένης καὶ τῆς λιμναζούσης πρὸς τῆς ἐκροῆς κενουμένης θᾶττον ἀναψῦξαι τὰ περὶ τὴν Συήνην καὶ εἰς τὸ βάσιμον ἐξικμασθῆναι. οἱ μὲν δὴ ταῦτα προσταχθέντες, μικρὰ τοῦ ἔργου κατάρξαντες, εἰς τὴν ἑξῆς ἐπιτελέσειν ἔμελλον, ἑσπέρας αὐτίκα καὶ νυκτὸς προσφάτοις τοῖς προστάγμασιν ἐπιγενομένης: