Ancient Greek
2 to 4
Heniochus Comic., Fragmenta 2-4
Unproofread scanNot analysed yet
ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι, ὁ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών. Athenaeus 9, 396 d Ἡνίοχος Πολυεύκτῳ κτλ. ὁρῶ δὲ θαῦμ’ ἄπιστον, ἰχθύων γένη περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους, ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους, θνήνους, μελανούρους, σηπίας, αὐλωπίας, τρίγλας, ἑλεδώνας, σκορπίους. Athenaeus 6, 271a φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι. πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς, ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι; A. καὶ πρᾶγμά γ’ ἠράτα με δυστράπελον πάνυ ἔχον τε πολλὰς φροντίδων διεξόδους.