Ancient Greek · ~2 min
Play Tro
Heniochus Comic., Fragmenta 1
Not analysed yet
Πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
Παύσωνι φῂς τὸ δεῖνα προσλελαληκέναι,
Α. καὶ πρᾶγμά γ' ἠρώτα με δυστράπελον πάνυ
ἔχον τε πολλὰς φροντίδων διεξόδους.
Β. λέγ' αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ' ἴσως.
Α. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
φυσᾷ, τὸ δὲ πῦρ οὔ; Β. χάριεν οἷς γιγνώσκεται
τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ' ἀεί ποτε
περὶ τοὺς κυάμους ἔσθ' οὗτος ὁ σοφιστὴς τέλος.