Ancient Greek · ~3 min
Play EFI
Heniochus Comic., Fragmenta 1-2
Not analysed yet
Ἐγὼ δ' ὄνομα τὸ μὲν καθ' ἑκάστην αὐτίκα
λέξω, συνάπασαι δ' εἰσὶ παντοδαπαὶ πόλεις,
αἳ νῦν ἀνοηταίνουσι πολὺν ἤδη χρόνον.
τάχ' ἄν τις ὑποκρούσειεν ὅ τι πότ' ἐνθάδε
νῦν εἰσὶ κἀνέροιτο· παρ' ἐμοῦ πεύσεται.
τὸ χωρίον μὲν γὰρ τόδ' ἐστὶ πᾶν κύκλῳ
Ὀλυμπία, τηνδὶ δὲ τὴν σκηνὴν ἐκεῖ
σκηνὴν ὁρᾶν θεωρικὴν νομίζετε.
εἶεν. τί οὖν ἐνταῦθα δρῶσιν αἱ πόλεις;
ἐλευθέρι' ἀφίκοντο θύσουσαί ποτε,
ὅτε τῶν φόρων ἐγένοντ' ἐλεύθεραι σχεδόν.
κἄπειτ' ἀπ' ἐκείνης τῆς θυσίας διέφθορεν
αὐτὰς ξενίζουσ' ἡμέραν ἐξ ἡμέρας
ἀβουλία κατέχουσα πολὺν ἤδη χρόνον.
γυναῖκε δ' αὐτὰς δύο ταράττετόν τινε
ἀεὶ συνοῦσαι· δημοκρατία θατέρᾳ
ὄνομ' ἐστί, τῇ δ' ἀριστοκρατία θατέρᾳ,
δι' ἃς πεπαρῳνήκασιν ἤδη πολλάκις.