Ancient Greek
Chapter 1
Hephaestion, Enchridion de Metris 1.Περὶ κοινῆς.
Not analysed yet
(4) Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον Ἄνδρα μοι ἔννεπε μοῦσα (α 1), πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον (α 2), τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109). ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155) Ἴστρος τοιαύτας παρθένους [λοχεύεται]. ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι· ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1) ἥ κου νῦν ἐπὶ Ληθαίου·