Ancient Greek
Chapter 1
Hephaestion, Enchridion de Metris 1.3
Not analysed yet
(3) Θέσει μακραὶ γίνονται, ὅταν βραχέος ὄντος ἢ βραχυνομένου φωνήεντος σύμφωνα πίπτῃ μεταξὺ αὐτοῦ καὶ τοῦ τῆς ἑξῆς συλλαβῆς φωνήεντος πλείονα ἑνὸς ἁπλοῦ. γίνεται δὲ τοῦτο κατὰ πέντε τρόπους. ἤτοι γὰρ λήξει εἰς δύο σύμφωνα οἷον Τίρυνς οὐδέ τι τεῖχος ἐπήρκεσε (adesp.) ,καὶ κεῖνος ἐν σάλεσσι 〈πολλοῖς〉 ἥμενος μάκαρς ἀνήρ (Alcm. 10), καὶ Τιμοκρέοντος ἐκ τῶν ἐπιγραμμάτων (9) ᾧ ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα, καὶ Ἐμπεδοκλῆς (56) ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο. ἢ ἐν τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ ἢ τῇ ἑξῆς ἐστι ταῦτα συλλαβῇ οἷον Ἕ–κτωρ [δ’ ἐν κλισίῃσιν]. ἔνθα καὶ δεῖ παρατηρεῖν, μὴ τὸ μὲν πρότερον ἄφωνον ᾖ, τὸ δὲ δεύτερον ὑγρόν· αἱ γὰρ τοιαῦται κοιναί, ὡς ἑξῆς εἰρήσεται. ἢ λήγει μὲν εἷς ἕν, ἔχει δὲ καὶ τὴν ἑξῆς ἀρχομένην ἀπὸ ἑτέρου οἷον ἄλ-λος, ἢ εἰς διπλοῦν λήγει οἷον ἕξ, ἢ τὴν ἑξῆς ἔχει ἀπὸ διπλοῦ ἀρχομένην οἷον ἔξω.